Ὁ μέντοι αὐτοκράτωρ Ἀλέξιος τῶν παραλίων τῆς Βιθυνίας καὶ αὐτῆς Βοσπόρου καὶ τῶν ἀνωτέρω χωρῶν τοὺς C Τούρκους ἀπελάσας μετὰ τοῦ Σολυμᾶ εἰς εἰρηνικὰς ἐληλύθει σπονδάς, καθὼς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσε, καὶ οὕτως πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας τόν τε Ῥομπέτον καὶ τὸν αὐτοῦ υἱὸν Βαϊμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐνανελθὼν αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἔω ἁπλῶς κατατρέχοντας εὗρεν, ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῃ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθὼν τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῆς καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτὰν D πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ σουλτὰν Τουτούση ἡττηθεὶς ἀνῃρέθη καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους ἀνενεχθεὶς καὶ τὰ συμβάντα τῷ Διογένει θεασάμενος καὶ τὴν τῶν ὀμμάτων 2 καὶ om Cs 7 ἀξιοῦσιν 9 ξυμπεσόντα 13 ἐξεληλύθει 15 οὕτω 16 υἱὸν αὐτοῦ 19 τούρκους ex τούτους F 23 αὐτῇ αὐτοῦ στέρησιν βεβαιωθεὶς διαφερόντως τοῦτον ποθῶν οὐκ Ρ. 16 ἔφερεν, ἀλλ’ ἀποστασίαν μελετήσας τὴν Ἀντιόχου ἐξουσίαν ἑαυτῷ περιεποιήσατο. καθ’ ἑκάστην δὲ τῶν Τούρκων V. 1(??) λῃζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο τοῦτον σφόδρα τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος γενόμενος ὀκτὼ καταλαμβάνει τὴν Νίκαιαν καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ διεγείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας τὴν τοῦ Β σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν καὶ πρὸς τὸν πόλεμον τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς τὴν Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν μὲν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων ἡγεμόνα τοῦτον κατονομάσας· ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱὸν διὰ δώδεκα νυκτῶν διὰ τὸ ἀνύποπτον (τὰς ἡμέρας ἠρέμει) καταλαμβάνει τὴν Ἀντιόχειαν καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ἐν τούτοις δὲ καὶ ὁ Χαρατικὴς λαθραίως συλᾷ τὴν Σινώπην χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν C ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλου σουλτὰν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας πάσης καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῆς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ἤδη περιποιούμενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ Χάλεπ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δ’ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ πόλεμος D εὐθὺς ἀναρρήγνυται μέγας, καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολουμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον 6 σφόδρα τοῦτον 13 τὴν om 14 μὲν om 17 διὰ τὸ ἀνύποπτον γὰρ τὰς 8 23 ἁπάσης αὐτοῦ τοῦ Β. 28 δὲ ἐφιστάμενον ὁρῶν παρεκκλίνας ἐν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ’ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινες τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. ὁ δ’ ἀνἐνευεν P. 170 ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἷα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτὰν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη ἀπέστειλε πρὸς τὸν αὐτοκράτορα τὸν Σιαοὺς μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναί οἱ τὰ κάστρα καὶ ὁλοψύχως βοηθεῖν. τοῦτον θεασάμενος ὁ βασιλεὺς καὶ τὰς Β τοῦ σουλτὰν γραφὰς ὑπαναγνοὺς περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασά- μενος ἐπυνθάνετο, πόθεν τε ὥρμηται καὶ τίνες οἱ τούτου V. 136 γονεῖς. τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἶναι λέγοντος, τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχών. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς C πρὸς τὸ τελέσαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τὰς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσῃ ἐκεῖθεν τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπδὲ 5 29 τὰς] τῆς ἀπελάσαι ἐλάσειε τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χαρατικῇ ἐκεῖθεν αὐτὸν ἀπήλασε μηδ’ ἄχρις ἑνὸς ὀβολοῦ τῶν βασιλικῶν ὑποκρατήσαντα χρημάτων. γίνεται δέ τι τοιοῦτον. ἐν τῷ τῆς Σικώπης ἐξέρχεσθαι αὐτὸν κατεάξας τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος δαίμονι καθάπερ τινὶ ἀλάστορι ἐκ D θείας προνοίας παραδοθεὶς ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι κᾆθ’ οὕτως τὰς ἄλλας πόλεις περιιὼν καὶ τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς ἐκεῖθεν ἐξήλαυνε παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτο- κράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος ὑποστρέφει πρὸς αὐτὸν κἀντεῦθεν τοῦ θείου βαπτίσματος P. 1 τετυχηκὼς καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.