Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων τροπαιοφόρος νικητὴς πρὸς τὴν μεγαλόπολιν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνὸς ἑβδόμης ἐπινεμήσεως, τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις V. 1 τῶν βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πορφύραν c τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὗ καὶ τὸ τῶν πορφυρογέννητων ὄνομα εἰς τὴν οἰκουμένην διέδραμε. κατὰ δὲ τὸ 4 ἀεὶ] ἀμφὶ s ἔθη 8 εὐνοϊκωτέρως 10 φιλοχρυσώτατος (s) 22 πάντες 30 πορφύραν δὲ 32 διέδραμεν περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παιδίον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἄρα ἦν τοῦτο. καὶ ὥς γε τὴν βασιλίδα καὶ μητέρα ἔν τισι καιροῖς διηγουμένην ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς τοῦ Ῥομπέρτου μάχης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κόπων) ταῖς ὠδῖσι συνεχομένη σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἴφη “μεῖνον ἔτι, παιδίον, τὴν τοῦ πατρὸς ἄφιξιν”. D πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτερήσεις;” ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως 167 ὑπεσημαίνετο. καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδωκυῖα καὶ ἀπολαβοῦσα τὸ φρονοῦν καθαρῶς φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καὶ τῶν πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καὶ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γὰρ τὸ πρὸς αὐτούς με φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δἰ αὐτοὺς προέσθαι Β πολλάκις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λο- γάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἕχαιρον, ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες καὶ μᾶλλον οἱ τῇ βασι- λίδι καθ’ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ 2 ἦν ἄρα 3 τῆς βασιλίδος καὶ μητέρος ἔν τισι, καιροῖς διηγουμένης 11 ἐγκαρτερήσαις 23 με τὸ πρὸς αὐτοὺς γένοιντο. μετρητῶν δέ τινων παρελθουσῶν ἡμερῶν στέφους κἀμὲ ἀξιοῦσιν οἱ γονεῖς καὶ βασιλικοῦ διαδήματος. ἐπεὶ δὲ Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα, περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη, συμβασιλεύοντος ἔτι τῷ αὐτοκράτορι καὶ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ C ἐρυθρῶν συνυπογράφοντος τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ἐν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας προεξάρχοντες. καὶ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα. προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων εἴτε τοὔμπαλιν δυστυχημάτων. ἐπεὶ δὲ τοῖς D βασιλεῦσι καὶ δεύτερον ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ V. 1 τὴν ὄψιν ἐς τοὺς προγόνους, ἐμφαῖνον δ’ ἅμα καὶ τὴν ἐς ὕστερον ἐπιλάμψουσαν αὐτῷ ἀρετήν τε καὶ φρόνησιν, ἐπε- πόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι᾿ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης τίκτεται τούτοις καὶ ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν καὶ πένθους οὐκέτι ἴχνος αὐτοῖς ἐπιλέλειπτο τῆς σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. τὸ δὲ ὑπήκοον ἅπαν ἐσκίρτων τοὺς κρατοῦντας οὕτω χαίροντας ὁρῶν, συνέχαιρον ἀλλήλοις, ἐγεγήδεσαν. P. 1 καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω καὶ πένθους οὐδαμοῦ οὐδ’ ἑτέρας οἱασδηποτοῦν ἐννοίας, τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὖνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν γὰρ τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσι, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ’ οὐν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονήν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν, μέτωπον τούτῳ εὐρύ, παρειαί ὑπόξηροι, ῥὶς οὔτε σιμὴ οὔτε κάμπτουσα πρὸς B 7 συνεφεπομένου 16 εἰς δὲ 17 ἐπιλάμπουσαν 25 πένθος οὐδὲ 28 κρατοῦσιν τὸ γρυπὸν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος καὶ ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παιδίον εἰς τὴν αὐτοκράτορος περιωπήν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασιλείαν Ῥωμαίων καταλιπεῖν εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσι. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἡμῖν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐς ὕστερον συμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.