Τὴν δὲ τοῦ Ῥομπέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρησμοῦ, 131 ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας τισὶ τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ῥομπέρτου τετελευτηκότος ἐξ ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως “μέγας ἐχθρὸς ἐξ ἑσπέρας πολλὰ κυκήσας ἄφνω πεσεῖται”. ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἠν γὰρ 3 ἐβσωριάζεται (S) 4 ἕκτῳ 12 Ἀμαλφινοῖς 13 ἔποικοι 16 Δυρράχιον ἐπὶ ταύτη τῇ σοφίᾳ εἰς ἄκρον ἐληλακώς· καὶ ἵνα τι βραχὺ P. 1 παραδράμωμεν τοῦ λόγου τῆς ἱστορίας μικρὸν ἀποστάντες, οὕτως ἔχει τὰ κατά τοὺς χρησμούς. νεώτερον μὲν τὸ ἐφεύρημα καὶ οὐκ οἶδε ταύτην τὴν ἐπιστήμην ὁ πάλαι χρόνος. οὔτε γὰρ ἐπ᾿ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἦν οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾔδει, ἀλλ᾿ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λῆψις ἦν ἐκείνοις * ὡροσκόπου, ἐν οἷς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐς ὕστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ τὰ τοιαῦτα ματαιάζουσιν. B ἡμεῖς δὲ ἐκεῖθέν ποτε ὀλίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἵνα τι τοιοῦτον διαπραξαίμεθα (μὴ γένοιτο), ἀλλ᾿ ἵνα τῆς ματαιολόγου ταύτης ἀκριβέστερον καταγνόντες καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδειξαίμην, ὅτι ἐπὶ τοῦ αὐτοκράτορος τούτου πολλαὶ τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι, διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε τῶν ἄνωθεν c ἐλπίδων καὶ κεχηνέναι τοῖς ἀστράσιν. αὕτη αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ᾿ ἐκεῖνο καιροῦ ἐξήνθει καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια, ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο ἐν ἐνίοις οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφηφορίας τὰς προρρήσεις ἐπεποίητο. ἦν δ᾿ ἄρα καὶ τοῦτο μαγικὸν μὲν οὐδαμῶς, D ἀλλὰ τέχνη τις Ἀλεξανδρέων λογική, ὁρῶν δὲ ὁ αὐτοκράτωρ 3 ἐφεύρεμα 4 τὴν ἐπιατήμην ταύτην 8 λειψις εκείνοις άγνωστος? f 14 ματαιολογίας 26 ἐξήνθησε 28 δε ονδέ αατραλάβου F 30 μαντικόν 31 Μεξανδρέως τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην δὶς καὶ αὐτὸς τοῦτον ἐπερωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη γένηται καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἕπαντες, ἅπαντες, κατὰ τὴν Ῥαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε τῆς P. 165 πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ διαλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων εἰς ἄκρον ἤλαυνεν εὐφυίας μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ V. 132 καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν παρελθὼν τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν, Β ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο, καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας, ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἐξερεύξασθαι· εἰς ὁ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ παρερρυηκότος ἱκανοῦ αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· ἐτεθνήκει δ’ ὅμως ἡ βασιλὶς Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν ὁ C Κατανάγκης προεῖπεν. ὁ δὲ βασιλεύς, ἐπεὶ περὶ αὐτοῦ πολλάκις προμαντευσάμενος τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἵνα μὴ δι’ ἐμπάθειαν δόξῃ τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληκύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχαι τινὲς καὶ τοῖς ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς ὁ λόγος ἐκράτει καί τινες ἔλεγον, ἡγεἐπηρωτήκει 2 14 παρελθὼν Α παραβολὼν F καταλαβὼν Cs 24 ἐπεὶ ποσάκις As πολλάκις om As 29 μετεωρολέσχοι τοῖς om 31 oom μὼν ἐξαίρετος γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λόγοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ᾿ αὐτοῦ μεγάλη, εὐπρόσιτος, εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων D ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἤθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σῴζων καὶ τούτοις ἐπιγαννύμενος, δι᾿ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο, πάντας τοὺς ὑπ᾿ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκώτερον πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσότατος, ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ p. 16 ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ᾿ ὧν πάντων ἡττώμενος πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ᾿ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνεζήτησεν, ὥς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδίνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιξομένων πικροὺς ὀϊστοὺς διὰ γλώττης πέμποντες, τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον Β καὶ περὶ τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον ἅπαντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνιζομένων ἦν ὁ ἀνὴρ ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινόμενος.