Ὁ δέ γε Ῥομπέρτος ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὅθεν ἐξέπεσε καὶ καθ’ εἱρμὸν ἐχέσθω τῆς διηγήσεως) οὐδὲ μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἐπεὶ προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μετὰ τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας Β ἀπέστειλε σπεύδων τὴν ἐν αὐτῇ πόλιν κατασχεῖν, τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβε. καὶ πρὶν ἢ ταῖς λοιπαῖς δυνά- 3 Γίδον] ut supra κατέσχον Γαΐταν 7 ἀναλόγου ῥόγας 8 σφῶν ἠξίωσε 9 διανείμασθαι S: διανείμεσθαι 19 αὐτῶν μεσι καὶ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἀθέρα (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας) λάβρῳ κατέχεται πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν ὕδωρ ψυχρὸν αἰτεῖ, τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων εἰς τὴν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις μεγάλη πρῴην ᾠκοδόμηται Ἱερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ c ἠρείπωται· ἐν αὐτῇ πηγὴ ἦν πότιμον ἐς ἀεὶ καὶ ψυχρὸν ὕδωρ ἀναδιδοῦσα.” τούτων ὁ Ῥομπέρτος ἀκούσας δέει V. πολλῷ τηνικαῦτα συνεσχέθη. σνμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουΰαλὴμ τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα ἐπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινες αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιβτᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῦ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερονσαλὴμ ἀπερχόμενος τῷ χρεὼν λειτουργήσεις”. εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν εἴτε πλευρῖτις ἡ νόσος ἦν, ἀκριβῶς λέγειν οὐκ ἔχω. τέως δι᾿ D ἡμερῶν τελεντᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿ αὐτῷ. ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθὼν λύπη μὲν τηνικαῦτα ἀφορήτῳ συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς μετακαλεσάμενος ἅπαντας πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν ἀπαράκλητα κλαίων ἐπὶ τῇ τοῦ πατρὸς τελευτῇ, ὁρκίζει δὲ ἅπαντας εἰς ἑαυτόν, καὶ ἀναλαβόμενος τούτους εἰς Ἀπουληΐαν διαπερᾷ. ἐν τῷ διαπερᾶν δὲ μεγίστῳ Ρ. κλύδωνι, κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν πλοίων βυθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κομίζον πλοῖον ἡμίθραυστον γέγονε· μόγις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ᾿ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενούσιον διεσώβαντο. 7 ᾠκοδόμητο 14 τοῦ Ἀθέρος καὶ αὐτοῦ F 17 ἦν ἡ νόσος 22 ἀφορήτῳ τηνικαῦτα 27 Ἀπονλίαν (s) 31 μόλις καὶ εἰς τὴν ἐπ’ ὀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ καὶ οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, Β καὶ αὐτὸς ἐνσοριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ πέμπτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ ἀρχῆς τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον ἀνέσφαλε μὲν ἄχθος τοιοῦτον ἀπωμισάμενος· ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον ἔτι κατέχουσιν εἰς διχόνοιαν τούτους διὰ γραμμάτων καὶ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου ἐλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφηνοῖς καὶ Βενετίκοις καὶ C ὅσοι ἄποικοι εἰς Ἐπίδαμνον ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ παραδοῦναί οἱ τὸ Δυρράχιον. ἀλλὰ καὶ αὐτὸς δι’ ὑποσχέσεων καὶ δωρεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν πόλιν Δυρραχίου παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑνὸς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα) μεγάλα ἐλπίσαντες καὶ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ D κάστρον τῷ ̔Ρομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ · ἐκεῖνοι δὲ προσελθόντες παραδιδόασι τὸ κάστρον τῷ βασιλεῖ πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.