Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα ἔτι χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κατὰ τὸν Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κομήτας, ὧν οἱ P. 127 μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείλοντο, ἄλλοι δὲ ἄλλοσε D διεσπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἴδιον πατέρα Ῥομπέρτον εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κατὰ τοῦ βασιλέως εἰπὼν ἠρέθιζε κατ’ αὐτοῦ. ὃν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα καὶ τὰς πολλὰς ἐκείνας ἃς ἐπ’ αὐτῷ εἶχεν ἐλπίδας ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας αὖος ἐφ’ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. περὶ πάντων δὲ πυθόμενος καὶ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα ἀθυμίᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὐδ’ οὕτω τι ἐλογίσατο V. 59 οὐδὲ τῆς ἑαυτοῦ ἀνδρείας καὶ τόλμης ἀνάξιον. μᾶλλον μὲν οὖν καὶ πρὸς μάχας ἐπὶ πλέον ἠρέθιστο καὶ φροντίδες τοῦτον καὶ μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης οἰκείων βουλευμάτων τε καὶ προλήψεων καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο εβουλεύσατο καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καὶ πάντα αὐτῶ ἁλώσιμα ἐκ μόνης προσβολῆς οἰόμενος γίνεσθαι. εὐθὺς οὖν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καὶ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ τοῦ βασιλέως διαπεραίωσιν Β μετακαλούμενος ἅπαντας. καὶ αὐτίκα πανταχόθεν πλῆθος συνείλεκτο στρατιωτῶν, ἱππέων τε καὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόνἔτι 6 ἔτι om 11 τὸν Ῥομπέρτον 20 αὐτοῦ 23 τῶν οἰκείων των. τὸ πλῆθος εἶπεν ἂν Ὅμηρος “ἠύτ’ ἔθνεα εἶσι μελισσάων ἀδινάων’’. καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων πόλεων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ’ ᾧ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ δὲ συλλεζάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος υἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον ὃν ὁ βασιλεὺς Ἀλέζιος θέλων τοῦ πατρὸς ἀποστῆσαι ἀποστείλας C λάθρᾳ περὶ κήδους αὐτῷ ἐδήλωσεν ὑποσχόμενος καὶ τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον) τούτοις ἅπαν τὸ ἱππικὸν παραδοὺς ἀπέστειλε παραγγείλας σπουδάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ δὲ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητοὺς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντὸν ἐξ ἐφόδου καὶ τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ ναυτικὸν αὐτοῦ ἅπαν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν D παραλίαν παραπλέων κατέλαβε τὸ Βρεντήσιον, ἐφ’ ᾧ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς ̔Υδροῦντος πορθμὸν ἧττον διάστημα ἔχειν μεμαθηκὼς ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτως διὰ τῆς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθὼν ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ ἡ Κορυφὼ προκατασχεθεῖσα παρ’ αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸ Βοθρεντὸν καταλιπὼν αὐτὸς μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν Κορυφώ. ἀλλ’ ὁ μὲν Ῥομπέρτος P. τοιαῦτα · ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων ἐξώτρυνε παρασκευάσας V. αὖθις τὸν μετὰ τοῦ Ῥομπέρτου ἀναδήσασθαι πόλεμον στόλον ἱκανὸν ἐξοπλίσαντας καὶ τὰς δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις τε καὶ 1 II. 2, 87 ἠΰτε 6 Γίδον S: γίδαν F γῆδον Α καὶ ὁ 10 τούτοις οὑν 11 τὸ ἱππικὸν ἅπαν 12 οἱ δὲ] οἳ καὶ 17 βροντήσιον F 18 δὲ F ἱδροῦντος F 20 οὕτω 24 τὸν 30 τε om τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν ὁπλίτας εἰσαγαγὼν τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ᾿ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προαρπάζων Β ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ αὐτοῦ παντὸς τὸν λιμένα Κασσόπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες εἰς τὸν λιμένα Πασάρων καὶ μικρὸν κεῖθι διατρίψαντες τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης καὶ τῆς μάχης ἀγχεμάχου ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος δ’ ἐκεῖνος φιλοπόλεμος καὶ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὴν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις πρὸς ἑτέραν ἡτοιμάζετο μάχην καὶ συμβολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν C στόλων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες μετὰ τρίτην ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἶθ’ οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασάρων. εἴτε δὲ ὁποῖα ἐν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γίνεσθαι ἐπαρθέντες ἐπὶ ταῖς προγεγενημέναις νίκαις εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες καὶ καταφρονητικῶς πρὸς τὸν ̔Ρομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχύδρομα τῶν πλοίων ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καὶ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενείκου D Κονταρίνου Πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῶ ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτ’ ἀνεκτῶς εἶχε · λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας ἑαυτὸν αὖθις κατὰ τῶν Βενετίκων ἴεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζονα τούτων πλοῖα 7 εἰς om Πασσάρων κἀκεῖθι 8 διατρίψαντες om 11 δὲ F 13 ἡτοιμάζετο πρὸς ἑτέραν 16 μετὰ τὴν τρίτην πάλιν 18 Πασσάρων δὲ om 19 γενέσθαι 27 οὐκέτι εἶχεν 30 μείζω καλωδίοις περὶ τὸν λιμένα τῆς Κορυφὼ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα τὰ σμικρὰ τούτων ἐς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτου ἔλευσιν. ὁ δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος ἐκθύμως μαχομένων ἢ πρότερον. καρτερᾶς οὖν μάχης Ρ. 1 ἀναμεταξὺ γεγοννίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τά προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν καὶ οὐδὲν ἄλλο πλην τών οπλιτών ταΐς ναυΰι παρην, αύται δε τη κουφότητι επεπόλαζον οίον τοις νδαΰιν άνεχόμεναι, ώς μηδ' ἄχρι δεντέρου ζωοτῆρος τοῦ ὕδατος φθάνοντος, πανΰυδὶ ἐπί τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. αἱ δ᾿ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι Β κατεσχέθησαν. ὁ δὲ Ῥομπέρτος μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθεὶς πολλοῖς τῶν κατασχεθέντων ώμοτάτως ἐχρήσατο τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, V. τινῶν δὲ καὶ χεῖρας ἢ πόδας ἢ καὶ ἀμφότερα ἀφελόμενος. περί δέ γε τών λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους αὐτῶν διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τον ἴδιον τιμῆς ἀφόβως παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ Ῥομπέρτε, ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καὶ τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα Ἀλέξιον συνθήκας ἀπαρνησώμεθα οὔτε μὴν τοῦ ἐπαρήγειν C αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ένδώσομεν”. καιροῦ δ᾿ ὀλίγου παρερρυηκότος δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλα τινὰ τῶν μικρών καὶ ταχυδρόμων νηῶν μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτόν περὶ τὸ Βοθρεντὸν αὐλιζόμενον τὸν μετ᾿ αὐτοῦ συνάπτουσι πόλεμον 1 παρά ^ 2 τον των ΰχάφη εις 3 τούτων 15 δε 26 απαρνηαόμε&α 28 δε F 32 το om καὶ κατὰ κράτος νικῶσι πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον. καὶ νίκην κατ᾿ αὐτοῦ λαμπρὰν ἀράμενοι δηλοῦσι πάντα τῷ βασιλεῖ. D ὃς διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην ἠξίωσε μετὰ τῆς ἀναλόγου ῥόγας. ἀλλὰ καὶ πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι ἐπ’ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ἐκκλησίᾳ ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς ̔Εβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διήκοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν ἀκινήτων δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου καὶ 162 ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο. τὸ δὲ δὴ μεῖζον, τὴν ἐμπορίαν αὐτοῖς ἀζήμιον ἐποίησεν ἐν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν ̔Ρωμαίων χώραις , ὥστε ἀνέτως ἐμπορεύεσθαι καὶ κατὰ τὸ αὐτοῖς βουλητὸν μήτε μὴν ὑπὲρ κομμερκίου ἢ ἑτέρας τινὸς εἰσπράξεως τῷ δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ’ ἔξω πάσης εἶναι ̔Ρωμαϊκῆς ἐξουσίας.