Ἐν τούτοις ἐπιστᾶσα βουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων καὶ διεμηνύθη τηνικαῦτα C τῷ αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καἰ τοὺς V. 126 συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ᾿ αὐτῶν βαρείας ἐπερχομένης ὁ αὐτοκράτωρ ποινὴν μὲν οὐδαμῶς αὐτοῖς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτοκράτωρ εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ Νικηφόρου 2 δὲ 3 ̔ an τῆς οἰκουμένης?᾿ S 6 κατεχρησάμεθα, 16 Χαλκοπρατείοις 20 ἐπιστᾶσα βουλὴ] ἐπιβουλὴ 26 αὐτοῖς οὐδαμῶς τοῦ Βοτανειάτου ἀνηνέχθη, τραυλὸν τινα Μανιχαῖον προσλαβόμενος D μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε καὶ τοῦ θείου βαπτίσματος ἀξιώσας μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τά τε προσόντα ἀφαιρεθείσας ἅπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καἰ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων P. 1 ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν τραυλὸν καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἑσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμπους. ἄοικον δὲ τοῦτο ἐφευρηκότες ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο, εἶτα τὰς καθ’ ἑκάστην ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέστρεφον. B ὁ δὲ τραυλὸς τούτοις μὴ ἀρκούμενος σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἑνὸς θυγατέρα, σπεύδων ὅλῃ χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ’ ἑκάστην μανθάνων τὸ μέλλον προμηθευσόμενος ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων ὑφορώμενος τὸ ἐξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καὶ πάσης ἐλευθερίας ἐκθέμενος ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ’ C ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν 28 προμηθευσόμενος r: προμηθευσάμενος ὁ χθὲς καὶ πρότριτα τούς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐκ τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καὶ λῃζόμενος τὰ παρακείμενα ἅπαντα.