Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακόψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσομαι. Β οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν, ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπῖλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἕνα μὴ ἐν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιποὺς 1 ἔξεστι 5 τὸ . . . τέμενος 13 τῷ βασιλεῖ om F τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ C διὰ τρόπου τούτους μετῄει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ἀνδρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα καὶ οὔπω πρὸς Λεηλαςίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν, εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι D τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν Μοσυνούπολιν καταλαβὼν αὐτοῦ που προσέμενεν ὑποκρινόμενος δι᾿ ἄλλα τινὰ ἐγκαρτερεῖν, τὸ δέ γε ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. Καταλαβόντων δὲ ἐσχηματίζετο ἀνθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι. ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο καὶ οὐ φύρδην, ἀλλὰ κατὰ δεκάδας V τοὺς λογάδας τῶν Μανιχαίων πορεύεθαι ἐκέλευσε τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος κᾆθ᾿ οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες p. οἱ τούτους δεσμεῖν ὀφείλοντες τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι τούτους ἐν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβηςόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλὼν διενείματο τοῖς συγκεκοπιακόσι τούτῳ ἐν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις ἐκείνοις γενναίοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκονομίαν ταύτην ἀναδεξάμενος καὶ τὰς αὐτῶν γυναῖκας τῶν B οἰκιῶν ἀπελεάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχε. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας μετὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βα- 2 τούτου ‘malim γὰρ’ s 14 καταλαβόντων Cs καταλαβόντας A καταλαβὼν F 17 πορεύεσθαι s: ποιεῖσθαι 27 γενναίοις ἐκείνοις 29 εἶχεν 3 κατὰ (s) πτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς αἰτίους τῆς τοιαύτης ἀπονοίας ἐν νήσοις περιορίσας καθεῖρξε· C τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκώς, ὅποι βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσοντες.