Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτὰν ἀπεκδεχόμενος, ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα, μεμαθήκοι δὲ καὶ τὰ κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος 3 ἀμφοτέραις om 7 κἂν man al ex ἂν F: om 8 ἀνενεώστο ἄν 10 ἀμφοτέραις 15 πρὸς τούτῳ οὕτω 20 ἀλλαλάζοντες (S) 29 ἐμεμαθήκει 30 καὶ om καὶ κατὰ τὴν ἑσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη τὴν Ρ. 17 δουκικὴν ἐξουςίαν Ἀγχιάλου περιζωςάμενος, ἠνιᾶτο καὶ ἤσχαλλε. δεῖν οὐν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυ¬νάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνονσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως. “ἠκηκόειν, ὦ βασιλεῦ, τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βαοιλείας ἀναδησάμενος ἀρχὴν ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος οἱ Σκύθαι κατὰ σοῦ ἑτοιμάζονται καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ Β τὰς μετὰ σοῦ τοῦ Σολνμᾶ σπονδὰς καταλύσας μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν λῄζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιόχειαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν υἱῶν. καὶ τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἕω μόνον, ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἑσπέρας ἁπάσης διὰ δυνάμεων ἀποστελλομένων σοι παρ᾿ ἡμῶν καὶ ὁ ἀντικαθιστάμενός σοι τοῦ λοιποῦ οὐκ ἔσεται”. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Περσῶν σουλτάν· ὁ δὲ Πουζάνος μέχρι Νικαίας καταλαβὼν καὶ ἀπόπειραν C ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ τοῦ Ἀπελχασὴμ γενναίως ἀνταγωνιζομένου, ἐξαιτησαμένου καὶ ἀπὸ τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος πρὸς τὴν τῶν λοιπῶν πόλεών τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν ἐκεῖθεν ὑποχωρήσας τὴν σκηνὴν κατὰ τὴν Λάμπην πηξάμενος. μετὰ δὲ τὴν τούτον ὑποχώρησιν ἑνδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο ἀπέρχεται πρὸς τὸν Περσῶν σουλτὰν δῶρον αὐτῷ κομίζων ἐφ᾿ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς, καταλαμβάνει D 3 ἤαχαλλεν 18 ἑῴαν 20 καὶ . . . ἔσεται om 21 τὸν] τῶν 27 τὴν] τὸν 28 πηξάμενος· ποταιχὸς οὗτος περὶ Λοπάδιον. 30 τὸν] τῶν δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτὰν ἠξίου , μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος ὑπ’ αὐτῶν ἔφη “ἐπεὶ καθάπαξ τὴν ἐξουσίαν τῷ Ἀμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαιρήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα ἀπελθὼν πρὸς αὐτὸν καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῶ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καὶ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς ἀπάρας ἐκεῖθεν ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος συναντᾷ τοῖς ἐξ ἐκείνου P. 178 κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐξέλευσις τοῦτον διέλαθεν. οἳ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέπνιξαν· τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἦν κατ’ ἐμὸν λόγον, ἀλλὰ τοῦ σουλτὰν ἐκείνου τοιαῦτ’ οἰκονομῆσαι κατὰ τοῦ Ἀπελχασὴμ δηλώσαντος. V. 142 ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Ἀπελχασήμ· ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτὰν ὑπαναγνοὺς γραφὰς οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ ; τὸ γὰρ βασιλικὸν Β θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ υἱῷ τοῦ βαρβάρου , ἦν ἄρα δυστυχές, ὡς ἔοικεν , εἰ ἀνεληλύθει εἰς Περσίδα βασιλείας μετεσχηκὸς ἁπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε ὁ θεὸς τοῦτο ἐπέτρεπεν οὔτε ὁ βασιλεὺς εἶχε γνώμη ςοὕτω ταῦτα προβῆναι, οὐδ’ ἀν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα. εὐθὺς γὰρ καὶ κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως ὑποφθεγξάμενος ὅτι “ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτοῦ ἀνεβίβασε’’. περὶ μὲν τοῦ κήδους οὕτως ἔσχεν C ὁ αὐτοκράτωρ · ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτὰν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος μεταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν ἀποστέλλει τούτους πρέσβεις καὶ γράνάφαθρευ;γσεσυαθ 4 10 ἀνδράσι καὶ σατράπαις 15 τοιαῦτα F οἰκονομήσαντος 16 τὰ om (s) 20 αὐτοῦ υἱῷ τοῦ βαρβάρου om 22 ὁ om 27 αὐτῷ ἀνεβίβασεν περὶ τοῦ μὲν 29 καταπεμψάμενος (s) ματα , δι’ ὧν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἅμα καὶ αὐτὸς ἄλλα τινὰ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χοροσὰν κατέλαβον, καὶ τὴν τοῦ σουλτὰν μεμαθηκότες ἀναίρεσιν ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας αὐτοῦ στρατεύσαντα τυφωθεὶς καὶ τὸν σουλτὰν μεμαθηκὼς εἰς εἰρηνικὰς D σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίοuς τῇ Περσίδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτὰν ἐξέπεμψε καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τἀδελφοῦ σφαγῆς , “ἄπιτε” φάμενος “καὶ πρῶτα μὲν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτὰν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθαι , πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελίσατε ἀδελφόν”. οἱ δὲ πρέσβεις ἤ μᾶλλον φονεῖς Ρ. καθάπερ εἰς δεῖπνον ἤ εὐωχίαν πεμπόμενοι προθυμότατα πρὸς τὴν τοῦ σουλτὰν σφαγὴν ἀπῄεσαν. μεθύοντα τοίνυν τοῦτον καταλαβόντες, ἐπεὶ πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτὰν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χασίων ἐστὶν αἵμασι χαῖρον καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι , εἰ μόνον διὰ σπλάγχνων ἀνθρωπίνων τὸ ξίφος ἐλάσειαν · τοῦ λοιποῦ δέ, κἄν τινες αὐτοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, καθάπερ B τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διατοῦ 3 χρόνου 4 Χορασὰν 5 ἀναίρεσιν μεμαθηκότες 7 ἀρραβίας FC 11 Χασίους οὕτω τῇ 13 τοῦ ἀδελφοῦ 17 βούλεσθε 18 διαμελήσατε (S) 21 τοίνυν om 26 ἀνθρώπων δεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὲν οὖν πρὸς τὸν Τουτούσην ὑπέστρεψεν οὐδεὶς ἀντίλυτρον οἷον τὰς ἰδίας P. 143 ὑποσχόντων σφαγάς· ὁ μέντοι Πουζάνος ταῦτα μεμαθηκὼς σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χοροσὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χοροσὰν προσπελάσειε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρεθέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο C καὶ θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ Πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράσσων τὰς φάλαγγας· ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ἄλλος ἄλλοσε σκεδασθέντες. σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χοροσὰν ἐπανέστρεφεν ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος καὶ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνηντηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτὰν υἱός , ὁ Παργιαρούχ, ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν καὶ συμβαλὼν ὅλῃ χειρὶ καὶ γνώμῃ εἰς D πολλὰ τὰς τοῦ Τουτούση δυνάμεις διέσπασε καὶ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυσῶν Τουτούσης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χοροσὰν σουλτὰν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν, ὁ ἀδελφὸς αὐτοῦ Πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν, ἀλλ’ ἀνεβάλλετο αὖθις ἀποβλέπων πρὸς τὸν Ἀπελχασὴμ καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ἀπαιωρῶν V. 180 οἷον αὐτόν, τῇ δ’ ἀληθείᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. ὁ παρὰ τῶν Χασίων ἀναιρεθεὶς τοῦ Χοροσὰν σουλτὰν ἔφθασε κατασχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ 2 ὑπέστρεψεν οὐδεὶς πρὸς τὸν Τουτούσην 4 Χορασὰν: sic semper 5 προσεπέλασε 10 συνταράττων . 16 ὥστε 17 II. 3, 23 18 τοῦ om 19 φυσσῶν F μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοροςὰν ὀξέως τὴν Νίκαιαν κατέλαβον. τούτονς οἱ ἐντὸς Νικαίας θεασάμενοι δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ ὁ Πουλχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νίκαια ν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σονλτὰν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα τῶν τηνικαῦτα ἐν Νικαίᾳ παρόντων μεταπεμψάμενος ἐν αὐτῇ καθίδρνσεν ἀποκαταστήβας τὴν πόλιν Β ταύτην σονλτάνων, ὡς ἄν τις εἴποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νίκαιαν οἰκονομήσας τὸν μὲν Πονλχάσην τῆς ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μονχοῦμετ τὴν ἡγεμονίαν τῶν ἐν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπὼν κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.