Τῆς σφαγῆς δὲ τοῦ Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πο- λίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νίκαιαν παρεδίδου φρουρεῖν ἐν τῷ πρὸς Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τά τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος φρουρεῖν τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. ὁ δὲ Ἀπελχασὴν Β ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἦν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας ἐν ἀμεριμνίᾳ τέως ἦν τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι 4 ἀπήλασεν 5 ἐπικρατήσαντα 8 8 τινι καθάπερ 10 καὶ τὴν μέντοι 12 οὕτω 21 φυλάττων F 24 τὴν Ἀντιόχειαν 31 τέως] τε οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν. δεινὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων τὴν Βιθυνῶν ἐλῄζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε. C βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ αὐτοῦ καὶ τὰς σπονδὰς ἀναβαλλόμενον δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι στράτευμα. τὸν Τατίκιον δέ, περὶ P. 137 οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, ἑὲ γε τέως ἔξωθέν τισιν ἐντύχοιεν. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι τὰς D πύλας εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κελτοί ἦσαν γὰρ ἱκανοί) τούτους θεασά- μενοι κατὰ πρόσωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ᾿ αὐτῶν ἴενται καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε Ταιίκιος ἵστατο αὖθις ἐπὶ ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τὴν Βασίλειαν τὸν χάρακα ἐπήξατο δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθώς αὐτῷ ἀγρότης τὸν Προσοὺκ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν V. 172 παρὰ τοῦ νεωστὶ γεγονότος σουλτὰν τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι’ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἶχεν, ἀναλύων τὰ δόξαντα πρότερον ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειε καὶ 2 ὢν] ἦν καὶ ἀρκεῖσθαι 9 στράτευμα] παράταξιν 12 sq. ἐντυχεῖν ἔξωθέν τισι γένοιτο 15 τὰς πύλας om (S) 31 διατηρήσειεν μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχνροτέρονς μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καὶ πρὸς ταύτην ἑώρα διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντίνου ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον ἐξεληλυθὼς παρείπετο, ἵν᾿ ἐπὰν ἐν Β ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσοιτο, προσβαλεῖ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακὼς ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι χαλάααντες ὅλας ἡνίας ὡς πῦρ κατὰ τῶν βαρβάρων ἴενται καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος, κᾆθ᾿ οὕτως διὰ τῆς Βιθυνῶν πρὸς τὴν βαβιλεύουβαν ὁ Τατίκιος ἐπανέρχεται, ὁ μέντοι Ἀπελχασὴμ C οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήβασθαι ἀρχῆς, εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν παρὰ θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα γοῦν λογιζόμενος πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο τὴν Κίον καταλαβών (πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη), καὶ προέβαινεν, ὡς ᾤετο, τὰ κατὰ σκοπὸν αὐτῷ ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθε, καὶ παραχρῆμα τὰς παρατυχούβας διήρεις τε καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας Μανουὴλ D τὸν Βουτουμίτην δοῦκα προβαλόμενος κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, ἐν ὁποίᾳ καταστάβει ταύτας εὑρήσει. ἀλλὰ 1 πολοστὸς F ἰσχυρωτέςους (s) 5 Κωνσταντινούπολιν 6 ἵνα 7 θεάσηται προσβάλγῃ 14 τῶν om 15 sq. οὕτω πρὸς τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν 19 περὶ τὴν θάλατταν 20 οὖν 23 τὰ om (s) 25 διέλαθεν 27 προβαλλομενος καὶ τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ P. 138 αὐτοῦ ἐκπέμπει. ἀμφοτέρων οὖν τῆς πόλεως ἐξεληλυθότων, ἐπεὶ τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, μεμαθήκοι δὲ καὶ περὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων καὶ τὸν τόπον, ἐν V. 173 ᾧ ἕτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον ὡς μὴ ἀποχρῶντα τούτοις πρὸς τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, παρὰ δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος θᾶττον ἢ λόγος τὰς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησε. τῇ δὲ μετ’ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος ἐν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πη μὲν Β ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἐπὶ ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἴν’ οὗτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέξωνται μάχην. ὁ δέ, κἂν μὴ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα ἐδόκει, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασὴμ ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε C πόλεμον. πολλοὶ μὲν οὖν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καὶ ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι μηδὲ τῶν οἰκείων σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόγις διασῴζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα 4 ἐμεμαθήκει περὶ om 6 λογίζεται om F 13 ἐνέπρησεν 22 τὸ πρᾶγμα ἐδόκει αὐτῷ 26 οὑν om 27 πλεῖστοι] πολλοὶ S 29 μόλις μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καὶ λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασὴμ συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι D καὶ τιμῆς, ὁ δὲ Ἀπελχασήμ, ἐπεὶ καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα παρά τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προοπελάζειν ἐφ᾿ ᾧ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκὼς τὴν μετ᾿ αὐτοῦ εἰρήνην ἀσπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθεισῶν μελετήσας καὶ ἕτερόν P. (??) τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεὶ οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι. πείθεται ὁ Ἀπελχασήμ. καὶ εἰσελθὼν εἰς τὴν βαβιλεύουσαν παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους (πόλις δὲ αὕτη μητρόπολις Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τούρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἐξελάσαι τούτους βουλόμενος ἕτερον παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἥδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς ναυσὶν V. ἅπαντα τὰ πρὸς κτίσιν χρειώδη σὺν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐζαπέστειλε τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ τῷ τοῦ B στόλου δρουγγαρίῳ ἀναθέμενος καὶ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἴ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι καὶ ἐς κόρον διδόντα ἐπαπολαύειν τῶν χρειωδῶν προτιθέναι τὸ μετ᾿ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον. 8 ὑπό 21 ἐλάσαι 23 ἤδραατο (‘an δέδραστο?’ s) 24 κτίσιν] χρῆσιν 28 εἰς διδόντα Diesterwegius: διδόντας ἐπιλαύνειν χρειωδῶν] δωρεῶν 29 προοτιθέναι δὲ τὸ τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδοὺς οὐκ ἐνεδίδου εἰς βαλανεῖα τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας C στήλας ἀναθεωρεῖν· ἀλλὰ καὶ ἱππικὸν ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δοκιμασίας ὁρᾶν ἠρέθιζεν, ἴν’ ἐντεῦθεν τριβομένου τοῦ καιροῦ ἐκεχειρία τοῖς οἰκοδόμοις διδῶται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας διὰ τιμῆς αὐτὸν ἐξέπεμψε διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κάστρου οἰκοδομῆς, D κἂν καὶ ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησε. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει μὴ συγχωροῦντας ἀνοικοδομηθῆναι 175 Ἀθήνας καθαιρεθείσας ὑπὸ Περσῶν. παραγλείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσι μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καὶ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς ἄλλαις τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παραπεμπόμενος ἀπαρτίσας τὸ φρούριον καὶ τηνικαῦτα Β τοῦ σύμπαντος τελεσθέντος ἔργου τὸν ἄνδρα τῆς βασιλίδος ἀπέλυσε πόλεως.