Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ ἐκκλησίαν εὑρὼν οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κἂν καὶ κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται), ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἐπὶ τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν D ἐβλάστησαν μεγάλως τὴν ἐκκλησίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς (δεῖ γὰρ τὰ κατ᾿ αὐτὸν ἐξ ἀρχῆς αὐτῆς ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κατ’ αὐτῶν καὶ μάχας ἀπονενευκότες τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο, μεθ’ ὧν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἀν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἷα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ καὶ ἡ V. 144 πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλὸς, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντίνου κατέλαβε παιδείας ἁπάσης καὶ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας βασιλείου τοῦ πορφυρογεννήτου καὶ μέχρις αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ Β καὶ τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταβασιλεύουσαν 2 5 ἀποστολικὸς μαθητὴς ὤν 7 καὶ om 27 Κωνσταντινούπολιν κατέλαβεν ἁπάσης παιδείας 29 αὐτοκρατορείας F 30 καὶ om μέχρι 31 οὐ] οὑ F δεδυκὼς ἀνέλαμψε καὶ ἀνέθορέ καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἐπὶ τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος, τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὐν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκὼς καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις ἦσαν γὰρ τότε καί τινες περὶ τὴν βασιλεύουσαν τοιοῦτοι) παιδείας τοίνυν ἐξ ἐκείνων λογικῆς μετασχὼν καὶ Μιχαὴλ ἐκείνῳ τῷ Ψελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, C τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεπτῷ εἰκονίσματι καἰ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καὶ Χαλδαίων V. ἀκριβωσάμενος γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ. τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν D διδασκάλων ὅλως μηδ’ ἐν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρβαρικῆς πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος καὶ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ καθημερινοὺς θορύβους ἐν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο σοφιστικὰς συνείρων ἐρεσχελίας καὶ πᾶν εἴ τι τοιοῦτον προτιθεὶς καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον. P. τοῦτον προσηταιρίσατο καὶ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν Ψελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντο τε αὐτοῦ καὶ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· 10 λογικῆς ἒξ ἐκ,είνων 11 τοι (s) 14 θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ 15 σεμνῷ 17 τὰ Χαλδαίων 25 μεθημερινοὺς ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικόν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο. τί τὸ Β μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ῥωμαίων καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. καὶ ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἴνα συντέμω τὸν λόγον, ὡς κἀκεῖ ἐφωρᾶτο καταπροδιδοὺς τὰ ἡμέτερα καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἶθ’ ὁποῖος ἐκεῖνος μεταμεληθεὶς πρὸς τὸν βασιλέα παρακλήσει χρησάμενος κατὰ κέλευσιν ἐκείνου τὴν Κωνσταντίνου κατέλαβε τὴν μονὴν C τὴν οὕτω καλουμένην Πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ Τέλλου μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τάς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζε. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἀνθρώπων τὴν δεινοτάτην περιπατητικὴν καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ D ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτου ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς 117 καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ συννενεύκει ὁ λόγος αὐτῷ τὰς 4 ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. verba διεγείρετο . . . ἐλυπεῖτο FA non agnoscunt : neque C, in cuius margine demum manu rec illa scripta sunt 10 τὰ ἡμέτερα προδιδοὺς 14 τὴν κέλευσιν Κωνσταντινούπολιν 20 ἐσπούδαζεν 22 ἀνθρώπων s : ἄλλων 26 τοῦτῳ 28 ῾an ἀσπούδαζεν 8 συννενεύκει r : συνενευκει ὀφρῦς, καὶ διόλου ἀπέπνει δριμύτητος. διαλεκτικῶν δὲ Ρ. 146 ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ ξύγγραμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως ἔχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συνενεχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως εἶχε τῆς διαλεκτικῆς ὁ ἀνὴρ καὶ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους συγχέων αὐτῶν καὶ συνταράττων τὸν νοῦν. καὶ οὐκ ἠν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτου διελθεῖν. ἀμουσότατος Β δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἥντινα προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνὴρ καὶ τὸν προδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως ἐλθεῖν οὐδ’ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτοῦ καταψηφιεῖσθαι, ἀλλ’ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἦν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ μόνον C ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανε τοῦτον ὁ θυμὸς καὶ τὸ δάκρυον κατελάμβανε καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, τὸ πρόσωπον ἐμφανὲς καὶ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος, τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τοῖν εὐμηκεστέρων ἥττων, τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ τῶν Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν τὰ Ἑλλήνων μὲν ἐκμάθοι, D 2 συγγραμμα 6 συναχθῆναι 9 ἔχων 12 τούτους 13 ἥντινα] ἤν τινά που 16 οὐδὲ 18 αὐτοῦ s : αὐτῷ 21 μόνον οὐκ Possinus μόνον ὡς Α 22 κατελίμπανεν 26 τὸ add s οὐ πάνυ δὲ καθαριεύοι τι τὴν φωνήν, ἀλλ’ ἔστιν οὗ καὶ κολοβωτέρας ἐκφέροι τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγὲς οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις, ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν. P. 147