Τῇ δὲ μετ᾿ αὐτὴν αὐγαζούσης ἤδη τῆς ἡμέρας παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων Αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου. ἐπεὶ ἑλώδη τόπον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀνα- 3 ἀπετύφλου ἡ πυκνότης 4 οἱ ὀϊστοὶ] τὰ βέλη F 22 προςέβαλλον 24 τὸν τόπον μεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν (κλεισούραν τοῦτο καλοῦσι), τὴν Δομενίκου παλάτιον, διὰ τούτου εἰσελθὼν ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ’ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτὸν ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός, ἀνήρ τις ἐπὶ φρονήσει διαβεβοημένος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος P. 142 διαφέρων οὐ τῶν τότε καιροῦ, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα), συνιδεῖν δὲ τὸ μέλλον καὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ V. 114 καταπράξασθαι δεινότατός τε καὶ ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψε μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὲν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδὸν, ὀλίγους δὲ διελεῖν Τούρκων καὶ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καὶ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποιουμένων κατὰ τῶν Β Λατίνων οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰδέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης τοὺς ὑπ’ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαὴλ ἀσχέτῳ C ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτῳ διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην καθ’ Ὅμηρον ἐν τῷ τοῦ στομίου ἐξέρχεσθαι δεξιὰ παρεκκλίνας γοργῶς 2 ὀξύ F καλοῦσιν 3 δεμενίκου 7 τις om 12 ἐπέσκηψεν 14 ἰλαδὸν 25 II. 3, 23 29 τούτοις 31 II. 7, 238 καὶ τὴν μικιφόνον δεξιὰν ηὐτρέπιστο. ἀλλά τι καινὸν κἀνταῦθα ἡ Δίκη δραματουργεῖ. καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλίς ἐχωρίζετο, ἀλλὰ συνείπετό οἱ ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ὑποςύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουςάτινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηηήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκαράτορι C τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούστῃ τὴν πρὸς τὸ βυζάντιον. ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δὲ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλων παλαμναιοτάταις. ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρηςάντων, μόνου δὲ τῷ τότε τυχόντος τοῦ τε Ῥςμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ Ψύλλου καὶ θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρὼν εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνῃ πολλὴν τὴν D κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. ὁ δὲ αὐτοκράτωρ γνοὺς τὸν ῥίψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη “τοῦτο ἐγὼ ἢ σύ” πρὸς τὴν βασιλίδα ἀπονεύσας “ἤ τις τῶν παρόντων ἔρριψε”. κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο “ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῦ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις”. Κωνσταντῖνος δέ τις ἐκτομίας, ἐπὶ τραπέζης πατρῷος τοῦ P. βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν ἀκούει τινὸς βοῶντος “εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα 6 ὁρῶντες erasum in F 9 λέξις F τάξις C Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλίδα τῶν πόλεων ἐπαναζεύγνυσι. C