Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων Τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο Τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα καὶ τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνὸν Καὶ αὐτὸς κατ᾿ αὐτῶν τὴν ἰδίαν κατεστήσατο φύλαγγα διχῆ Διελὼν τὰς δυνάμεις καὶ τῶν μὲν αὐτὸς κατάρχων, τῶν δὲ B Φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος Τῶν ἐπιφανῶν, ὃν καὶ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις τὸ σύνηθες καὶ πάλιν ποιεῖ Καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπου τὰ βασιλικὰ ἑώρα 1 ουτως 4 et 10 Λιβοτανίνου περικάμψας S 9 προλοχήσειν 11 ἀποσπάδα τινὰ 12 ἀποδιελόμενος (s) 13 φωράσθαι Sic F 24 καὶ alterum add s 26 τ. ἰ. Κ. Αὐ. 31 ὅπη παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἶναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες τὰ νῶτα τούτῳ διδόασιν· ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦντον C ὄπισθεν τῶν Ρωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δὲ καὶ τοῖς μετ’ αὐτοῦ παρακελευσάμενος καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος πολλοὺς μὲν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λάφυρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καὶ φεύγοντας. καὶ ἐπεὶ ἀτέχνως τὴν φυγὴν ἑώρα ποιουμένους καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πύρρον Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας D γενναίους χωρίσας ἱκανοὺς πελταστὰς ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν ἐπέσκηψε, φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μᾶλλον συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς Κελτοὺς P. 113 τοὺς ἵππους πυκνοῖς ὀιστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. καὶ γὰρ ἀνὴρ Κελτὸς πᾶς ἐποχούμενος μὲν ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν ἐστίν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν V. 141 ἢ πρότερον ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ τοῦτο, οἶμαι, γινώσκων ὁ βασιλεὺς μὴ τοὺς ἱππότας, ἀλλὰ ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι 13 ἑώρα τὴν φυγὴν 16 πυρὸν F 18 ἐπέσκηψεν 19 μάλα 22 Κελτὸς ἀνὴρ 25 τὰ] τὸ F 26 εὐχειρώτατος 31 κονίσαλος Τοῦτον κατ᾿ ἐκεῖνο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι Πάλαι σκότει ψηλαφητῷ. Τάς τε γὰρ τούτων ὄψεις ἡ πυκνότης ἀπετύφλου τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τίνων οἱ ὀϊστοὶ πέμπονται. Τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἳ Καὶ κατέλαβον αὐτὸν εἴς τι νηςίδιον ποταμοῦ τοῦ οὕτω Καλουμένου Σαλαβρία μετά τινων ἱστάμενον ὀλίγων Κελτῶν B Καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καὶ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον”. Τοιοῦτον γὰρ ἡ ὑπεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ᾿ ὄψιν καὶ ἐν ποσὶ κείμενα. ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι᾿ ἀπάτης νίκην τοῦ αὐτοκράτορος ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οὖν τινες τῶν ὑπ᾿ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι C τῆς Λαρίσσης διακειμένην. Τούτους τὸ ὁπλιτικὸν θεαςάμενοι ξὺν πολλῇ προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων Δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες Προςέβαλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κατ᾿ Αὐτῶν ὡρμηκότες ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. Εἶτα Τοῦ βασιλέως στοχασαμένου τοῦ τόπου, δι᾿ οὗ ὁ Βαϊμοῦντος ἔμελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας μετὰ Καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ Πλησίον γενέσθαι εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ᾿ αὐτῶν ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας. D