Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ D παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὲν Πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκίαν ἐν διαφόροις χώραις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ Πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκόπια ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν ταχὺ τὰς Ἀχρίδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγχώραις] 29 τόποις καρτερήσας τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον ἄπρακτος V. ἀπῆλιθεν εἰς τὸν Ὀστροβὸν κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σοσκοῦ καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέροιαν. καὶ προσβαλὼν ἐν πολλοῖς καὶ πολλάκις τόποις καὶ μὴ ἀνύσας διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα Ρ. 13 καὶ ἀνεγείρει καστέλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν μεθ’ ἱκανῶν ἐκεῖ κόμητά τινα Σαρακηνὸν ἐξ ἐπωνυμίας καλούμενον εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον ἐκεῖ ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομητῶν, ὅ τε Πουντέστης, ὁ Ῥεβόλδος καὶ Γελίελμός τις καλούμενος συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καὶ ὁ μὲν Πουντέσης τοῦτο προγνοὺς ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι , οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν πρὸς πόλεμον. Β καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος, ὃν καὶ κατασχὼν ἐτύφλωσε, τὸν δέ γε ἕτερον Ῥεβόλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος καταλαμβάνει τὰ Μόγλενα καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει παραυτίκα ἐριπώσας τελείως τὸ καστέλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας ἔρχεται εἰς τὴν Λάρισσαν κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ ἔρηται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς καὶ C μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλτάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων καὶ αὐτὸν τὸν Καμύρην χρόνῳ καὶ πείρᾳ τῶν 3 Σωσκοῦ 4 Βέρροιαν 6 et 23 καστέλλιον 7 ἐκεῖ μεθ᾿ ἱκανῶν 11 ῥεβόλδος] ῥικάλδος Cs 15 πρὸς] εἰς 17 ἐτύφλωσεν ὁ Βαιμοῦντος ῥικάλδον Cs 22 ἐρειπώσας 80 αὐτὸν δὲ ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὺς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ D στρατεύματος καταλαβὼν τὰ Τρίκαλα ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους ἐξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ’ οὕτως καταλαβὼν τὴν Λάρισσαν κατ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καὶ περιζώσας τὰ τείχη ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησὶν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα , καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερούσης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν ἀνεβάλλετο τὴν ἐξἐλευσιν. P. 138 εἶτα καρτερῶς ὁπλίσας ἅπαντας ἔξεισι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐγγίσας καὶ διελθὼν διὰ τοῦ βουνοῦ τῶν Κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον κατῆλθεν εἰς Ἐζεβάν. χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ † ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο ἀποχρῶντα τάφρον διορύζας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν V. 111 ἄχρι τῶν κηπουρείων τοῦ Δελφῖνά κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ κεφαλά Λέοντος, Β περὶ οὗ φθάσας ὁ λόγος ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος φοντος “ἴσθι, βασιλεῦ , ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν 8 οὕτω 22 ἐζεβάν ΑC ἐξεβάν F 23 ἀνδρονίας F 24 δὲ ἑτέραν 26 ‘ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus?’ s 31 ὠ Εἰσενηνοχὼς διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦθ᾿ ἡμῖν ἐπέλιπον. Εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης, τῷ θεῷ χάρις. Εἰ δ᾿ οὖν, τοὐμὸν ἤδη Πεπλήρωκα· καὶ τὸ ἐντεῦθεν ἀνάγκῃ δουλεύοντες (καὶ τί γὰρ δεῖ πρὸς φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ᾿ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπάρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ C Καὶ κατὰ τῇς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ Τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι μὴ πρὸς τοσοῦτον Βάρος πολέμου τε καὶ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον Δεδυνημένους, σὺ δ᾿ ὁ ἡμέτερος βασιλεύς, εἴ γε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων”. ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτὸς καταγωνίσασθαι. Λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. Καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνστήσασθαι, δι᾿ ὅλης ἡμέρας διεπονεῖτο θεὸν ἀρωγὸν ἐπικαλούμενος. Μετακαλεςάμενος οὖν τηνικαῦτα Τῶν γερόντων τινὰ Λαρισσαῖον ἐπυνθάνετο περὶ τῆς τοῦ Τόπου θέσεως. Καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ D Δακτύλῳ ἐπισημαίνων, ἐπιμελῶς ἀνηρώτα, ὅπη φάραγγές Εἰσι διερρωγυῖαι τοῖς τόποις ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. Ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο Βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι᾿ ἀπάτης τοὺς Λατίνους Καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεὶ δὲ ἥλιος κατέδυ αὐτός τε δι᾿ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο, ὄνειρος ἐφίσταται τούτῳ. 3 ταῦτα ἀπέλιπον 5 χάρις καὶ δόξα 19 ἐνδιαστήσασθαι Τῆς ἡμέρας 20 ἀρωγὸν τὸν θεόν 21 Λαρισσαίων 23 ὅποι l. 139 ἐδόκει ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι “μὴ λνποῦ μηδὲ στένε, αὔριον νικᾷς”. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾷς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλόμαρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὀνείρου ταύτης ὀμφῆς ἐθεοκλύτει τε τῷ μάρτυρι καὶ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καὶ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ Β ἐλεύσεσθαι προσκύνησιν. καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν C παράταξιν καθ᾿ ὅ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις 112 αὐτὸς παρετάττετο παραγγείλας αὐτοῖς δι᾿ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ᾿ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ᾿ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. ἐν ᾧ δὲ ταῦτα ὁ βασιλεὺς παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κατέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ τηνικαῦτα καὶ πᾶσι τοῖς περιεργοτέροις ἐδόκει. 1 ἐδόκει γὰρ 11 εἰσελεύσεσθαι 15 ἐφίστησιν 24 τὸ] τὸν 28 ὁ βασιλεὺς ταῦτα 31 τηνικαῦτα] παραυτίκα ἀλλὰ ταῦτα μὲν οὕτω πως ἐπισκήψας αὐτοῖς καὶ καταλιπὼν D δεξιόθεν τοῦ κάστρου Λαρίσσης περιμείνας τὴν τοῦ ἡλίου δύσιν γεννάδας τινὰς ἄνδρας ἕπεσθαί οἱ ἐπιτάξας τὴν τοῦ Λιβοτανίου κλεισούραν διεληλυθὼς καὶ τὸν Ῥεβένικον περικόψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον Τῆς Λαρίσσης μέρος καταλαβὼν καὶ περιαθρήσας τὴν ἅπασαν Τοῦ τόπου θέσιν χθαμαλώτερον τόπον κατανοήσας ἐκεῖθι Μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν. Οἱ δὲ ἡγεμόνες Τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχίσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίου κλεισούραν Διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τῶν Ῥωμαϊκῶν ἀποδιελόμενοι ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. Οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες προςέβαλον τοῖς Κελτοῖς καὶ ἐφ᾿ ἱκανὸν μαχεςάμενοι Διέστησαν τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν Μάχην. Καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεὺς P. 14 ἅπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἐπὶ γόνυ κλιθέντας τοὺς χαλινοὺς χερςὶ κατέχειν. Καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχὼν ὡσαύτως κατακλιθεὶς τὸν χαλινὸν ἐν χερςὶ κατέχων ἐπὶ πρόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.