Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοῦντος τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἐπὶ τοῦ προσώπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λόγος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος ἀπρὶξ τῆς κατὰ τοῦ βασιλέως μάχης εἴχετο. καὶ τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος συνεφεπομένους ἔχων καὶ ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται C καὶ ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισὼν χωρῶν καὶ πόλεων ἀπεγνωκότες γὰρ καθάπαξ τοῦ ὅλοι τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα καὶ τάφρον κατὰ τοὺς ἔξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον , ἅμα δὲ καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνοὺς οὐ μόνον αὐτὴν ἀνορθοῦν ὡς ἐνὸν ἠπείγετο, ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν, οὗ μᾶλλον συνοῖσον αὐτῷ δέδοκτο, D ἐρυμνοτάτην ἀνῳκοδόμει λῃζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς μηδὲ μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγὼν 1 ἀνεχώρει 8 ἀπένευσεν 16 ὢν ὁ ἀνὴρ F 29 αὐτῷ συνοῖσον 32 μηδὲν μελήσας F τῆς Κωνσταντίνου σπεύσας ἔξεισι κατὰ μῆνα Μάιον. τοιγαροῦν τὰ Ἰωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν καὶ ἄλλως δὲ ἀπὸ τῆς μετὰ τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινων καὶ ἐκκρίτων ἀκροβολισμοὺς Ρ. ποιήσασθαι, ἵν’ ἐντεῦθεν ἔνδειξιν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένηταί οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν · ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον τῶν Λατίνων δεδιὼς πρώτην προσβολὴν καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε τέσσαρας καὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκῆς ὁρμήσουσι φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι V. πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἕν’ οὕτω τὸ Β συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καὶ ἐπεὶ καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος , ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος , ἀλλ’ ὥσπερ προγνοὺς τὸ βεβουλευμένον μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν καὶ τὰς ἰδίας δυνάμεις δίχα διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξι τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες c 1 Κωνσταντινουπόλεως 4 τῶν om 5 μετὰ om 8 διὰ λταστῶν Diesterwegius: δι’ ἀποστόλων F διὰ πολοστῶν C ἵνα 10 γένοιτό 28 διχῆ 30 φάλαγξιν (S) ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ἑκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὲν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο ἐξ ἐκατέρου μέρους βαλλόμενος καὶ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις πλήττων καὶ κτείνων καὶ πληττόμενος , ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἑώρα, δεῖν ἐλογίσατο καὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι οὐ σώσων ἑαυτὸν οὐθ’ ὑπὸ δειλίας συγχυθείς , ὡς τάχα ἄν τις εἴπῃ, D ἀλλ’ εἰ που τὸν κίνδυνον διεκφυγὼν καὶ συλλεξάμενος ἑαυτὸν αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ’ ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισιν ἐντυχὼν αὖθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ τοὺς σὺν αὐτῷ καὶ σφοδρὰν τὴν κατ᾿ αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων κτείνει μὲν αὐτὸς 135 παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταί, πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὼν κινδύνους αὖθις σῴζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας κἀκεῖθι ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων ἀνακαλεσάμενος αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπὼν καταλαμβάνει τὸν Βαρδάρην, οὐ ῥᾳστώνης χάριν · βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ ἔτερόν τι σκοπήσας, δι’ οὗ καταγωνίσαιτο τοὺς Κελτούς. τριβόλους γὰρ σιδηρᾶς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα, ἑσπέρας ταύτας ἐν τῷ μεσαιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ Β σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίαν ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν 10 εἴποι 16 σφοδρῶς 21 κἀκεῖθ’ 28 σιδηροῦς 30 ταῦτα μεταιχμίῳ Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι περιπαρέντων [τῶν τριβόλων] τοῖς ποσὶ τῶν ἵππων καὶ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ ταῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς ὀιστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα · τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ τι τοιοῦτον. ὅπερ γὰρ V. ὁ βασιλεὺς ἑσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωΐας ὁ C Κελτὸς μεμάθηκε. καὶ πρὸς τὸ ἀκουσθέν εὐφυῶς μεθαρμοσάμενος τὴν μάχην ἀνεδέχετο καὶ οὐκέθ’, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλὴν αὐτὸς ἐξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας οἱ τοῦ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην ἧτταν. καὶ D σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο πολλοὺς μὲν τρώσας, ἔστι δ’ οὗ καὶ τρωθείς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα, δέον ἐλογίσατο μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχοι τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, μάταιος ἂν Ρ. ᾐ εἰς προῦπτον κίνδυνον ἑαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥμωαϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνιεὶς τοῦ κινδύνου δέον 1 τῶν τριβόλων seclusi 2 τῶν ἵππων ποσὶ 4 τοῖς 13 οὐκέτι 27 ἔχῃ 28 εἴη 32 σννεὶς ἔκρινεν ἑαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος καὶ μὴ τὸ πᾶν τῆς νίκης ἄρασθαι τὸν Βαϊμοῦντον. Β τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, φεύγων καὶ αὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομητῶν. ἐν τούτοις δέ φησι πρὸς τὸν (οὑτος οὗτος δὲ πατρῷος αὐτοῦ θεράπων) τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;’’ καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐναγαγὼν παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο οἱ Κελτοὶ θεασάμενοι καὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα c σωτηρίας , ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ἄνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκρν , ὑποσrαλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει , ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἀν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο. οὕτω γοῦν τοῦ κινδύνου σωθεὶς εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ συναγαγεῖν αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.