Ὁ δέ γε αὐτοκράτωρ τοὺς νεήλυδας συνέρρεον γὰρ ἱκανοὶ περισωθέντα τοῦτον μεμαθηκότες) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ εὐοχώτατα καὶ τοξεύειν εὐστοχώτατα, ὁπλιτεύειν τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις καὶ πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὧν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ’ ᾧ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἕν’ οὕτως ἀδείας τυχὼν στρατεύματα αὖθις καὶ ξενικὰς D δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολλὰς τῷ Ἀλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω P. 1 ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας τὸν Πακουριανὸν μέγαν δομέστικου αὐτοῦ που καταλιπὼν αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ’ ᾧ καὶ ξενικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλα τινὰ οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι συμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὅ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ τοῦ αὐτοκράτορος ὑπισχνοῦντο μὲν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο Β καὶ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτως πρὸς αὐτὸν ἐληλύθεσαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου ἧκέ τις τέ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥηγὸς Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς διεὐοχώτατα 6 om 8 καὶ om 22 ξυμβαλλόμενα 28 οὕτω ἐληλύθησαν 31 γενόμενος ἐσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν Ῥογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶν διάδοχον τῆς αὐτοῦ ἀρχῆς κατέλιπε, τῷ δέ γε Βαϊμούντῳ c νεωτέρῳ ὄντι οὔπω χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας ἅπαντας καὶ ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντὸς μετακαλεσάμενος τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον δημηγόρος προὐκάθητο καί φησιν “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μοι υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν υἱῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾶν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα καὶ τοιοῦτο ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. P. 106 ἐπεὶ δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, D χρὴ καὶ ἡμᾶς ὡς ἐνὸν ταύτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ’ ᾧ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῳὶ δέ μοι τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ὅσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαί δὲ καὶ ὑμῖν καὶ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καὶ ὅλῃ ψυχῇ καὶ γνώμῃ ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοὶ δὲ τῷ φιλτάτῳ V. 132 μοι ἐπισκήπτω υἱῷ’’ ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον “διὰ τιμῆς πάσης τοὺς κομήτας ἄγειν καὶ συμβούλοις ἐν ἅπασι χρᾶσθαι καὶ μὴ οἷον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσῃς τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ἐν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο (“χκὶ γάρ’’ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο”), μὴ 3 καταλέλοιπε 5 τοὺς ἐκκρίτους 8 μου 10 τοιοῦτον 18 μου 22 ψυχῇ] χειρὶ 26 καταμελήσεις ἀνήσεις ὅλως, μή πως ἀνέσεως τυχὼν συλλέξαι τό τε πνεῦμα B καὶ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. Οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ, ἀλλ᾿ ἐκ νηπίου πολέμοις καὶ μάχαις ἐντραφεὶς πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν διεληλυθὼς ὁπόσους ἀποστάτας τοῖς πρῴην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. Εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κατ᾿ αὐτοῦ χωρήσεις πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήδεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. Κἀγὼ μὲν ἤδη ἄπειμι ἀγωνιςόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι Χώρας καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης C Αὐτῷ ἐξουσίας ἑδράσαι.” Οὕτω μὲν οὖν συνταξάμενος αὐτῷ Εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· Καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, ὅπερ πάλαι ποτὲ εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. Κεῖθι γοῦν ἐγκαρτερήσας ἱκανὰς συνειλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν D ἑνωθηςόμενος τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπεὶ δὲ οὐδ᾿ ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκῆσαι τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθήκοι καὶ ὅτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους ἐν τῷ γενναίως μάχεσθαι καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι τόλμη καὶ P. 1 γενναιότητι γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας V. 1 1 συλλέξῃ: ‘an συλλέξαιτό τε?’ s. 3 ἐν πολέμοις 4 ἐληλυθὼς 7 χωρήσῃς 12 ξυνταξάμενος 22 ἐπειδὴ οὐδ᾿ 24 πολιορκεῖν 25 καὶ om ἐμεμαθήκει 26 ξίφους s 28 ** εἰς F πρὸς τὴν ἐνεγκαμένην ἐχώρει τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἐπὶ μηδενὶ δέοντι. οὗτος μὲν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης · ὁ δὲ Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥῆγος παρεμβολὴν αὐτὸς μὲν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελὼν διώκειν τόν Ἀλαμανίας προὐτρέψατο. αὐτὸς δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος μετὰ τοῦ πάπα πρὸς Β Ῥώμην ἀπένευσε. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίου θρόνου ἔδρασας εὐφημίας αὖθις παρ’ ἐκεῖνον τυγχάνει κἄπειτα πρὸς τὸ Σαλερηνὸν ἐπανέρχεται τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας ἑαυτὸν ἀνακτησόμενος.