Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρίσκοντες ἓτερον πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα ἐν χρυσῷ καὶ ἀργύρῳ, τῇ βασιλικὴ χωνείᾳ παραπεπόμφασι· πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε 7 θύρας ἀλλὰ 9 συνίστατο τε καὶ 10 τοὺς Ῥωμαίους δὲ νέα F 16 ἐπαρκέσοντα] δοθησόμενα 18 ἳνα 19 τε om 28 ἐφευρηκότες μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτῇ, κατεβάλετο καὶ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη ἐδεδίει D γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος ἐν στενῷ κομιδῆ τὰ κατ αὐτὸν ὁρῶσα· εἶτα δὴ καὶ ἐξ ἑτέρων, ὁπόσοι εὐνοικώτερον πρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβαλέσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, P. 128 χρυσίου καὶ ἀργυρίου πορισάμενοι ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὲν χάριτας αἰτούντων ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἓτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανίᾳ γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καὶ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν, μὴ ἔχοντες ὅ τι καὶ Β δράσαιεν εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὑρηκότες ὅτιπερ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐπκλησιῶν ἱερὰ ἔξεστιν ἐκποιεῖσθαι ἑώρρων δὲ ὅτι καὶ τῶν Χριστιανῶν, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν βαρβαρικὴν ἐτέλουν χεῖρα καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν μετὰ τῶν ἀπίστων συναναστροφήν), ὀλίγα τινὰ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων ὡς εἰς μηδεμίαν χρείαν συντελοῦντα, ἀλλ’ ἀφορμὴν μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα ὡς ὕλην χαράγματος C εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὰ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ 1 κατεβάλλετο 4 δὲ 6 καταβάλλεσθαι ῾an ὃπως?᾿ 5 9 ῾fortasse τούτων post ἐξαρκούντων excidit's 8 εὐρηκότες καὶ τοῦτο 22 μετὰ om ὀλίγα α τ F ὀλίγ’ ἄττα 24 ἀφορμὴ ἐκκλησίας συνεδριάζοντες τῷ πατριάρχῃ ἔκθαμβοι γεγονότες ἠρώτων, ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι πρὸς ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ σωστικὸν τοῦ στρατοῦ.” ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων D ἰερῶν κανόνας ἀπεστομάτιζε καὶ πολλὰ περὶ τούτων Δημηγορήσας “ἀναγκάζομαί” φησιν “ἀναγκάζειν, οὓς Οὐ βούλομαι ἀναγκάζειν.” Καὶ γενναίους προτιθέμενος λογισμοὺς P. 12 ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς V. 10 ἀντέτεινεν ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ᾿ ὅμως τὰ Δεδογμένα ἐκράτει. Τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς βασιλεῦσιν ἐγένετο (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον ἀπόρφυρον βασιλέα κατονομάζειν) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. Καὶ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προὐκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, Β ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὖν τῶν ἐν τοῖς Χαλκοπρατίοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου ἢ καὶ χρυσίου εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο μηδ᾿ ὅλως ἢ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἷον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. Καὶ ὁπηνίκα μὲν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ C τῆς βασιλίδος πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος Καὶ αὐταδέλφου αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης ὅθεν δήποτε συμποριζομένου χρήματα μετὰ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καὶ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς καὶ μυριάκις αὖθις κατα- 1 τῷ πατριάρχῃ συνεδριάζοντες 17 Χαλκοπρατείοις 18 ἀφαιρουμένου F ἢ om 26 μετὰ τῆς κοινῆς γνώμης Καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου ὅθεν δήποτε συμποριζομένου Χρήματα τολμήσας τῶν Κελτῶν θεοῦ νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖθις ἄλλο νέφος ἐχθρῶν, τοὺς D Σκύθας φημί, κατ’ αὐτοῦ ἐξορμῶν ἤδη μεμαθήκοι, καὶ διὰ τοῦτο καὶ ἡ συλλογὴ τῶν χρημάτων, καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ’ ὁμοίαις αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καὶ συζητήσεως πολλῆς ἐντεῦθεν περὶ τῶν ἱερῶν γινομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ᾿ ἡμῶν ἐδογμάτιζεν ἔν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι δὲ καὶ οὐκ ὀρθῶς δογματίζων οὐκ οἶδ’ εἴτε δι’ ἔριν καὶ τὴν πρὸς τὸν βασιλέα P. 130 ἀπέχθειαν τοῦτο πεπονθὼς εἴτε δι’ ἄγνοιαν. ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ’ ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος καὶ πρὸς ὕβρεις καὶ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορθουμένου παρὰ Β τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου, οὓς οἱ τῷ τοῦ Χαλκηδόνος V. 105 μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδ᾿ ὃλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν οὐκ ἀγεννῆ φατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σῳζόπολις παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον, κἀν οὐδαμῶς 3 ἐξορμᾶν μεμαθήκει καὶ om F 6 ὁ ** F 7 ἐντεῦθεν πολλῆς γενομένης 8 λατρευτικῶς F οὐ add 11 οἶδα 27 φρατρίαν χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι’ ἣν πρὸς τὸν αὐτοκράτορα C ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν ᾧδέ πη περιγεγράφθω.