Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι τὴν P. 12 Λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος τροπαιοφόρος V. 10 Καὶ γαυριῶν τὴν πεδιάδα κατέλαβεν, εἰς ἣν πρότερον Ηὐλίζετο τὸ Δυρράχιον πολιορκῶν. Καὶ μικρὸν διαναπαυςάμενος ἐβουλεύετο, εἰ χρὴ αὖθις ἀποπειρᾶσθαι τῶν τούτου Τειχῶν ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάζασθαι, Τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα κἀκεῖσε παραχειμάσαι καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οἱ δ᾿ ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν, ἐπεὶ οἱ B Πλείους ἀπὸ Μέλφης καὶ Βενετίας ἦσαν ἄποικοι, τὰ ξυμπεςόντα Τῷ αὐτοκράτορι μεμαθηκότες καὶ τὴν τοσαύτην ἀνδροκταςίαν Καὶ τὴν τῶν τηλικούτων ἀνδρῶν σφαγὴν καὶ τοὺς στόλους ὑποκεχωρηκότας καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται, διεσκοπεῖτο ἕκαστος, ὅ τι Πράττειν χρὴ καὶ σῴζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι Κινδύνους. ξυλλεξάμενοι οὖν ἑαυτοὺς τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τῷ Ῥομπέρτῳ καὶ καραδοῦναί οἱ τὴν πόλιν. ἐρεθισθέντες C Δὲ καὶ παρά του τῶν ἀποίκων Μέλφης καὶ ταῖς Τούτου πεισθέντες ὑποθημοσύναις τὰς εἰσόδους ἀναπετάσαντες Πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου Γενόμενος τὰς δυνάμεις μετεκαλεῖτο φυλοκρινῶν ἅμα, εἴ που 10 δὲ FA 20 τε τῷ 21 ἐποίκων 24 φυλοκρινῶν S φυλλοκρινῶν FC φιλοκρινῶν τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου πραανάλωμα γεγόνασιν ἐν ταῖς προηγησαμέναις μάχαις, σκοπῶν D ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κατὰ τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι P. 126 δυνάμεις καὶ ἦρος ἐπιφανέντος τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ἑαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν, τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς καὶ τραυματίας γεγονὼς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἶον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμὸν σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προιδεῖν καὶ συνιδεῖν ἱκανοὶ καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς Β ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι V. 102 καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καἰ γενναῖοι καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμῃ καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι κατ᾿ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἦν καὶ τὴν γῆν μικροῦ σαλεύειν ὅλας τε φάλαγγας ἐκ μόνου ἐμβοήματος αὐχοῦντός συνταράττειν. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις τηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς ἐγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας καταλαμβάνει τὴν Διάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόθου κακοπαθείας ὡς ἐνὸν ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν τοῦ Ῥομπέρτου καὶ τῆς τόλμης τοῦ τηλικούτου ἔσχε στρατεύματος καὶ πολλὴν ἀφέλειαν C καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο οὐ γὰρ 23 μὲν ἑτέροις συντηρείσθωσαν 27 Δεάβολιν 28 μόχθου (s) ἂν προσθείην στρατιωτῶν, ὅτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἦσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς), διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρημάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν τῶν βασιλικῶν ταμιείων ἐπὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος P. 127 Νικηφόρου τοῦ Βοτανειάτου τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς πύλας, ἀλλ’ ἀνέτως πατεῖσθαι παντί τῷ βουλομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γάρ. ἔνθεν τοι καὶ ἐν ἀμηχανίᾳ τὸ πᾶν καθίστατο ἀσθενείας καὶ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ Ῥωμαίους. τότε δὴ τότε τί τὸν νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων ἐπιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἢ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ὄντα αἰτιῷτό τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἢ B ἐξ ἀνάγκης ὡς ἐνὸν καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις ἐπαρκέσοντα χρήματα ὅθεν δήποτε συναγαγεῖν καὶ τοὺς ἁπανταχῇ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἴν’ ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι αὐτοί τε μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καὶ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος πρὸς δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι C ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι. v. 10