Ὀ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθεὶς καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαπεράσας (ὡς ὁ λόγος φθάσας ἐδήλωσε) καὶ τοσούτῳ καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσὼν οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν σὺν αὐτῷ συνελθόντων ἐξ ἐφόδου κατέσχε καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας Β Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, V. (??) ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ρομἐγγίγνεσθαι 14 19 κατ’ om πέρτου σῳζούσας κατανοῶν δέον ἔκρινεν ἐκ τῆς ἑῴας Τούρκους μετακαλέσασθαι καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων καὶ δώρων ἀφ’ (ἀφ' ὦν, ὥς φασι, καὶ χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται) τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν C τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ’ ᾧ τοῦτο μὲν φυλάξαι, μετὰ δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν, εἴτε (ὁποῖα εἴωθεν) ἡττηθεῖεν, ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥσπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχὴ εἶεν, ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὖθις D διὰ πρέσβεων ἐξαιτησάμενοι τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ καὶ πελάγους κελεύθους διανηξάμενοι κατέλαβον ἔλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὐπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου ἔξωθεν τοῦ Δνρραχίου κειμένης ὠσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν 106 τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου παντοίῳ εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος πέμπει τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον πρὸς αὐτοὺς μετὰ στόλου μηνύων εὐφημῆσαί τὸν βασιλέα Μιχαὴλ καὶ αὐτὸν τὸν Ῥομπέρτον. οἱ δὲ ἐς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης συναρτήσαντες τὰ μείζονα τῶν 1 τοὺς Τούρκους 20 πελάγους S: πολλοὺς 30 εἰς πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναρτίσαντες πύργους τε ξυλίνους ἐν τοῖς ἱστοῖς αὐτῶν οἰκοδομήσαντες διὰ καλῳδίων ἀνήγαγον ἐν αὐτοῖς B τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τῶν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες οὐκ εἰς πλεῖον πήχεος ἑνὸς σιδηρέους ἥλους ὀξεῖς ἐμπήξαντες ἐν αὐτοῖς τὴν τοῦ Φραυγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκὼν αὐτὸς πρῶτος κατ᾿ αὐτῶν ἐξορμήσας V. (??) τοῖς μεγίστοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἶτα καὶ ὁ C λοιπὸς στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἐπεὶ ὁ Βαϊμοῦντος καρτερώτερον αὐτοῖς ἀπεμάχετο, ‘ὲν τῶν εἰρημένων ξύλων ἄνωθεν ῥίψαντες εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλον, οἱ μὲν ἐξερχόμενοι τῆς νεώς, ἐξ οὗπερ ἔφευγον, εἰς τοῦτ᾿ αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο, οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν· ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακὼς εἰς ‘ὲν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας εἴσεισιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ τὴν κατ᾿ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες D καὶ τελείως κατατροπωσάμενοι τούτους ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι εἰσπηδήσαντες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἦν μετ᾿ αὐτῶν. κερτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς τοῦ Ρομπέρτου παρεμβολῆς φθάσαντος ἐκεῖθεν ταύτης πολλοὶ εδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι εἰς τὰ ἴδια πλοῖα 2 συναπαρτίσαντες 3 ἱστοῖς Wilkenus: ἱστίοις 6 πήχεως 14 ἐπεμάχετο (s) 17 ἔμελλεν 18 ἔφυγον τοῦτο F A 28 τοῦ om P. 107 παλινοστήσαντες εἰσῄεσαν, ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινας οἱ Βενέτικοι διαναπαυσάμενοι ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δοῦκα Βενετίας καὶ τοὺς ὑπ᾿ αὐτὸν ἄρχοντας.