Ἀσπαίρουσν δὲ οἷον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον Τοῦρκοι δεινῶς ἐλῄζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἶχε κακῶς τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ’ ᾧ τὸν Β προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως 6 πατάξαι] καταρράξαι 13 δὲ s: τε 14 τὰ προσήκοντα 16 οὕτω δὴ τὸ ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν· V. 76 ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν Μιχαὴλ εὑρηκὼς τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς πυρσὺν ἀνῆψε μέγαν καὶ δεινῶς κατὰ τῆς Ῥωμαίων ἀρχῆς ὡπλίζετο δρόμωνάς τε καὶ διήρεις ἑτοιμάζων καὶ τριήρεις καὶ σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυ¬νάμεις πολλὰς συλλέγων ἐς τὲ προκείμενον αὐτῷ συνεπαρηγούσας) C ἐν ἀμηχανίᾳ ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν, ἑκάστου τῶν πολε¬μίων πρὸς ἑαυτὸν τὴν μάχην οἷον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης (οὐ πλείους γὰρ τῶν τριακοσίων στρα¬τιωτῶν ἦσαν καὶ τούτων ἐκ τοῦ Χώματος, ἀναλκίδων πάντη καὶ ἀπειροπολέμων, καὶ ξενικῶν τινων εὐαριθμήτων βαρ¬βάρων τῶν ἐπὶ τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος) μήτε σωρῶν χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμιείοις D ἐναποκειμένων, δι᾿ ὧν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. λίαν γὰρ ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ πρὸ αὐτοῦ βεβασιλευκότες ἐν στενῷ κομιδῇ τὰ Ῥωμαίων συνήλασαν πράγματα, ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεμία τῶν πόλεων ἀπ᾿ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κατήχθη. εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα μεριζομένῳ φροντίσι παντοδαπαῖς. ὁ δὲ γενναῖος ὢν καὶ ἄτρεστος καὶ περὶ τὰ πολεμικὰ ἔργα ἐμπειρίαν πολλὴν κεκτημένος Ρ. 92 ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρὸν θεοῦ ἀρωγῇ διαλυομένων κυμάτων δίκην, ὁπηνίκα ταῖς πέτραις προσαρράξουσι. δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, 2 μοναχὸν Μιχαὴλ 4 τῆς τῶν Ῥωμαίων 8 εἰς 9 ἐν ἀμηχανίᾳ γοῦν 17 ταμείοις 21 τὰ τῶν Ῥωμαίων συνήλασαν πάντα τὰ πράγματα ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιάζει γραφάς, πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ Πόντον Ἡρακλείας καἰ Παφλαγονίας Β χρηματίζοντα καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος καὶ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκράτορος περιωπήν ἀνεβίβασεν ἐξ ὑπογύου κινδύνου παραδόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιησαμένους κατασφαλίσασθαι αὐτὰς καὶ ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. c εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρτον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυομένους ἐκείνῳ ἀρχηγούς τε καὶ κομήτας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. ἐπεὶ δ’ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλείς, δι’ οὗ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο χρήματά τε ἐπεζήτει ἀποσταλῆναι οἱ, γράμματα μόνον κομίζων ἧκεν αὐτῷ 77 προφάσεις δηλοῦντα, καθάπερ φθάσαντες ἱστορήσαμεν, δι’ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο, ταῦτα ἀναγνοὺς καὶ πτοηθείς, μὴ D μαθὼν τὴν ἀπὸ τῆς βασιλείας τοῦ Βοτανειάτου ἔκπτωσιν προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. τοιγαροῦν μετακαλεσάμενος τὸν σύγγαμβρον αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἐξαπέστειλε (πόλις Ἰλλυρικὴ) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι, ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν, δι’ ἧς τοῦτον ἄκοντα ἐκεῖθεν ἀπελάσει, πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μηχανὰς ἀντιμηχανᾶσθαι, ὡς δύναμις. παρεκελεύσατο δὲ καὶ τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, 8 ὑπογυίου.. sic semper 16 ἐπεὶ δ’] ἐπειδὴ 30 ἀντιπαλαμᾶσθαι 31 δὲ om ἕν’ εἰ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περιτρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. ναὶ μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεων καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο μὴ ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν ὅλως, ἀλλ’ ἐγρηγορέναι καὶ νήφειν διὰ παντὸς Ρ. 93 περιφραττομένους καὶ τὸν Ῥομπέρτον καραδοκοῦντας, μὴ ἐξ ἐφόδου πασῶν τῶν παραλίων πόλεων ἐγκρατὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων πράγματα ἐς ὕστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξει.