Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε τῆς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης παρ’ αὐτοῦ Β τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων πατρίδα τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος πρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας καὶ τῷ πελάγει τῶν κατ’ ἐκείνους προτερημάτων ἐπαφιέτω τὸν λόγον· ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καὶ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσον ὁ τῆς ἱστορίας V. 73 ὑποτίθεται λόγος. ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι C καὶ αὖθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως, τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν, ἐξ ὅτου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος, καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ μέχρι τις βασιλείας τοὐμοῦ πατρὸς ἐπὶ τὸ βέλτιον ἀλλοιώσασα εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα· καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ και- D ροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο στάθμη καὶ κανὼν τοῖς πᾶσιν αὐτὴ γεγονυῖα, ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ 1 τοὺς ἀγράφους F 5 γὰρ] καὶ 8 20 ὁπόσων φροντιστήρια εἶναι δοκεῖν. τοιαύτη τις ἦν ἡ ὑπερφυὴς ὄντως καὶ ἱερὰ ἐκείνη γυνή. σωφροσύνῃ μὲν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας, περὶ ὧν ὁ πολὺς λόγος, ὁπόσον ἀστέρας ἥλιος· τὸν δὲ περὶ τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; κοινὸν μὲν ἦν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις, κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. ἱερέας δὲ καὶ μοναχοὺς διαφερόντως ἐτίμα καὶ συνδειπνοῦντας P. 88 εἶχε καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. ἡ δὲ ἔζωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέλοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά, ἀνθρώποις δὲ μὴ ἐχέφροσιν, ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος, τοῖς δ’ αὗ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρὰ τε καὶ προσηνής. μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος, ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον, καὶ ὅρον, οἶμαι, τοῦτ’ εἶναι Β κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι. τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας, οὐ φθαρτικὰς τοῦ κοινοῦ, ὥς τινες ὑπετονθόρυζον, ἀλλὰ σωστικὰς καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκληρίαν ἐπαναγούσας τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἤδη ἐληλακότα ἐπανορθούσας, ὡς δύναμις. πλὴν εἰ καὶ τῇ τῶν κοινῶν διοικήσει ἐνησχολεῖτο, τῆς μοναχοῖς προσηκούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει, ἀλλὰ τὸ πλεῖον μὲν τῆς νυκτὸς τοὺς ἱεροὺς ἀπεπλήρου ὕμνους προσευχῇ τε συντόνῳ καὶ c ἀγρυπνίᾳ συντετηκυῖα, περὶ δὲ τὸ ὄρθριον, ἔστι δ’ ὅτε καὶ δευτέρας ἀλεκτοροφωνίας, ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι περί τε ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων μένων αἰτήσεις ἐπιλύουσα ὑπογραμματεύοντος αὐτῇ Γρηγοδοκεῖν 1 add. alia manus antiqua in F 2 καὶ ὄντως ἱερὰ 8 ξυνδειπνοῦντας 23 ἤδη om. 25 τῆς τοῖς μοναχοῖς 30 τε τῶν ἀρχαιρεσιῶν V. 74 ρίου τοῦ Γενεσίου. ταῦτα εἴ τις ἠβούλετο ῥήτωρ εἰς ἐγκωμίου λόγον ἀγαγεῖν, τίνας ἂν οὐκ ἀπεκρύψατο τῶν πάλαι περιβοήτων ἐπ’ ἀρετῇ καὶ κατ’ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς D πρὸς ἄλλους συγκρίσεσιν ἐξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην, ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν; ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ ξυγγράφοντι. διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα μικροπρεπέστερον εἴπωμεν, μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον, ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἀξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. P. 89 ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρόν τι ἐξετραπόμεθα, πάλιν ἐπανακάμψωμεν. ἐκείνη τοίνυν τὴν βασιλείαν, ὡς ἔφημεν, διιθύνουσα οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο, ἀλλὰ τὰς ἐκ τύπου λειτουργίας εἰς τὸ ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου, ὅπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος αὐτῆς ἐξ αἰτίας τοιαύτης ἐδείματο. ἐπεὶ γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ῥωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον, ἀλλὰ παρασπονδήσαντες διέλυσαν, τούτου δὲ Β δήλου τοῖς Σαυρομάταις γεγονότος, οἳ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο, οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν, νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀλλ’ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. αἰτία δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ’ αὐτῶν ἄσονδος ἔχθρα ὁμορούντων μὲν ἐκείνοις, τούτους δὲ λῃστευόντων. διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες, ἐπεὶ τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον, ὥσπερ ἠπείρῳ τούτῳ χρησάμενοι C ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις καὶ δεινῶς ἐλῄζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας. τοῦτ’ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος 2 λόγους 7 συγγράφοντι 8 σμικροπρεπέστερον 18 ἐκ τοιαύτης αἰτίας 24 ἀλλὰ F 28 ἀποκρυσταλωθέντα F δέον ἔκρινε τὴν Τριάδιτζαν καταλαβεῖν. ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο ἀπελάσαι βουλόμενος τῶν Ῥωμαϊκῶν ὅρων αὐτούς. καταστήσας δὲ τὸ ὁπλιτικὸν ἅπαν ἐν εὐταξίᾳ στρατηγὸς κατ' αὐτῶν ἴεται. οἱ δὲ τοῦτον θεασάμενοι εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. ὁ δὲ οὐ πάνυ D πιστεύειν αὐτοῖς ἔχων ἐπὶ τὸ καρτερώτατον καὶ δυσμαχώτερον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἴεται καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε. πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο. ὑποχωρήσαντες οὖν πρὸς μικρὸν πόλεμον ἐς τρίτην αὐτῷ ἐπαγγειλάμενοι τὰς σκηνὰς αὐθημερὸν ἀφέντες φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ καταλαβών, ἔνθα οὗτοι ηὐλίζοντο, V. 7 καὶ τάς τε σκηνὰς αὐτῶν κατασκάψας καὶ τὴν εὑρημένην Ρ. (??) λείαν ἀπαγαγὼν τροπαιοφόρος ἐπάνεισι. γενομένου δὲ περὶ τοὺς τοῦ Λοβιτζοῦ πρόποδας, ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος εἰκοστὴν πρὸς τῇ τετάρτῃ τοῦ Σεπτεμβρίου ἄγοντος, ἐν ᾗ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. πλημμύρας οὖν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος θάλασσαν ἦν ὁρᾶν ἐπὰν τὸ πεδίον ἐκεῖνο, ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἅπαν κατεσκήνου. ἐντεῦθεν τὰ πρὸς χρείαν Β ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίοις ῥεύμασι παρασυρέντα, οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. ἐμυκᾶτο δὲ καὶ βροντῶν οὐρανός, ἀστραπαὶ δὲ συνεχεῖς, χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν, τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν. ταῦτα ὁρῶν ὁ βασιλεὺς ἐν ἀμηχανίᾳ ἦν· ἀναστολῆς δὲ μετρίας γενομένης πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας 6 ἅπαν τὸ ὁπλιτικὸν 15 εἰς 25 κἀντεῦθεν 28 ὁ οὐρανὸς ῥευμάτων ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ’ αὐτῶν ἀπελθὼν ἕστατο. ἤχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἷον ἐξερχομένου αἰσθόμενος καὶ σφο- c δροτέρων ἀνέμων τηνικαῦτα πνεόντων πτοηθείς, μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ, τοσοῦτον διάστημα ἀποστάς, ὁπόσον ὁ δρῦς, εἰ κατενεχθείη, μὴ φθάσῃ πατάξαι αὐτόν, ἐννεὸς ἵστατο. ὁ δ’ εὐθὺς ὥσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος. ὁ δὲ βασιλεὺς θαυμάζων εἱστήκει τὴν τοῦ θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἕω μαθὼν εἴσεισιν εἰς τὰ βασίλεια. καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο μεγαλοπρεπῶς D μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ, χειρὸς δὲ τὸ ποικίλον ἔχοντα, σῶστρά τε θύσας ἐν αὐτῷ Χριστιανοῖς προσήκοντα τοὺς θείους ὕμνους διὰ παντὸς ἐν αὐτῷ ἀπεπλήρου. οὕτως τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ’ ὀνόματι τῆς μεγαλομαρτυρος Θέκλης ἀνῳκοδόμητο, ἐν ᾧ τὰς ἐντεύξεις, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡ βασιλὶς καὶ μήτηρ τοῦ αὐτοκράτορος Ἀλεξίου συνεχεῖς ἐπεποίητο. ἣν κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον καὶ τεθαύμακα· καὶ ὅτι μὴ κόμπος τὰ ἤδη ῥηθέντα, ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν, ἑὲ γε Ρ. 91 βούλοιντο, ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. εἰ μὲν γὰρ ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ ἱστορίαν ποιεῖν, ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς περὶ τούτων διηγήμασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν πρὸς τὸ προκείμενον.