Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου· θαυμάσειε δ’ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων, αὐτὸς τῆς βασιλικῆς ἡνίας οἷον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένη τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων C καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε, καθ’ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν αὐτὸς ἀνεζώσατο, πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καὶ πολιτικὰς ἀρχὰς καὶ τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευσε. καὶ ἴσως μὲν ἄν τις ἐνταῦθα γενόμενος καταμέμψοιτο τὴν οἰκονομίαν ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοίκησιν · ἀλλ’ εἰ τὸ φρόνημα τῆς γυναικὸς D ἠπίστατο καὶ ὅση τις ἦν τὴν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δραστηριότητος, ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλλε. τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμήχανος, ὥστε μὴ μόνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν δύνασθαι, ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασιλείαν, ὁπόσην ἥλιος ἐφορᾷ. πολύπειρος τε γὰρ ἦν καὶ πολῶν 86 πραγμάτων ἐγίνωσκε φύσεις, καὶ ὅπως ἔρχεται καὶ εἰς 1 ἀλλὰ καὶ 22 γινόμενος 25 τὴν om 27 μετέβαλε ὃ καταντήσειεν ἕκαστον ἐξηπίστατο, καὶ τίνα μὲν τίνων εἰσὶν ἀναιρετικά, τίνα δὲ μᾶλλον ἐπιρρώννυσιν ἕτερα, ὀξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι δεινή. καὶ οὐκ ἦν μὲν τὴν γνώμην τοιαύτη, γλῶτταν δὲ εἶχεν ἀποᾀδουσαν πρὸς τὴν γνώμην· ἀλλ᾿ ἦν αὐτόχρημα ῥήτωρ πιθανωτάτη, v.72 καὶ οὔτε λάλος καὶ εἰς μῆκος τοὺς λόγου ἐκτείνουσα, οὔτε ταχέως ἀπελίμπανεν αὐτῇ τὸ πνεῦμα τοῦ λόγου, ἀλλ᾿ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κκατέληγε. καὶ ὁ μὲν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν, ὅτε καὶ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ σύνεσις ἐπήνθει B καὶ ἡ περὶ τὰ πράγματα ἐπιστήμη συνήκμαζεν, ἐξ ὧν οἰκονομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. ἔχει δὲ ἡ τοιαύτη ὡς τὸ εἰκὸς ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώτυερον, ὡς ἡ τραγῳδία φησίν, ἀλλὰ καὶ συμφορώτερον πρᾶξαι. ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέραις συνεξητάζετο γυναιξί, θαῦμα ἄντικρυς ἦν πολιὸν ἐν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν κἐνοῦσαν αὐτῇ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν. ἀλλ᾿, ὅπερ ἔλεγον, ὁ ἐμπὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος τοὺς μὲν ἀγῶνας καὶ τοὺς ἱδρῶτας ἑαυτῷ C ἐκείνην δὲ δεσπότιν καταστησάμενος τὸ παρ᾿ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε καὶ ἔπραττεν. ἔστεργεν οὖν μενον καθάπερ δοῦλος ἔλεγέ τε καὶ ἔπραττεν. ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξδήρτητο (τοσοῦτον ἦν φιλομήτωρ) καὶ τὴν δεξιὰν ἐδίδου τῆς ἐκεδίνης γλώττης ὑπηρέτιν καὶ τὴν ἀκοὴν τῶν ἐκείνης φωνῶν εἰς ἀκρόασιν καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνένευεν, ἐφ᾿ οἷς ἄρα ἐκείνη κατανεύσειεν ἢ ἀνανεύσειε. καὶ ἦν τὸ πρᾶγμα ὅλως τοιοῦτον. ἐκεῖνος μὲν γὰρ σχῆμα βασιλείας εἶχεν, ἡ δὲ τὴν βασιλείαν αὐτήν· καὶ D ἡ μὲν ἐθεσμοθέτει, διῷκει τὸ πᾶν, ἐπρυτάνευνεν, ὁ δὲ τὰς 5 πιθανώτατος 7 αὐτὴ (s) 12 ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡ λικία 20 τοὺς ante ἱδρῶτας om 29 ἀνανεύσειεν 31 καὶ ἐπρυτάνευεν διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τὰς ἀγράφους, τὰς μὲν χειρί, τὰς δὲ φωναῖς ἐπεσφράγιζε, καὶ ὡς οὕτω γε φάναι, ὄργανον ἦν αὐτῇ βασιλείας, οὐ βασιλεύς. ἠρέσκετο γὰρ ἐφ’ ἅπασιν, οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε, καὶ οὐχ P. 87 ὡς μητρὶ μόνον καταπειθέστατος ἦν, ἀλλὰ γὰρ ὡς ἐξάρχω βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ᾔδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ’ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκὸς καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ’ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησιν τε καὶ σύνεσιν πραγμάτων ὑπερελαύνει.