Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα ἱμειρόμενος εἶναι τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε δεδιώς, μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέπουσαν. C ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν, ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα καὶ κατὰ μικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγμάτων διοίκησιν καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ τῆς ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασιλείας τὰ πράγματα. οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε καὶ ἀπεκώλυεν. ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς τὸν ἐπίλοιπον D χρόνον μετ’ ἔμφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. καὶ ταῦτ᾿ ἐνενόει καὶ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. ἀλλ’ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλότερον ἐνητένιζε βίον, ἀλλ’ ἦν καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ τὸ τῆς βασιλείας κλυδώνιον καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα οἰακοστροφεῖν καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύμναν Ρ. καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρῴην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. ταῦτα δὲ λέγουσα τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάρακτον ὄχλησιν. τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδιεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν· ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθωσις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος Β ὁ πρὸς θεόν. ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις 7 συλλήπτορα τὴν μητέρα 14 εὔφρονος 15 ἐνόει 17 ἠν γε καὶ 25 πολυτάραχον 31 κατὰ τὸν] κατὸν F τοῦτον ἐξελθεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἐξάγων τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προῦπτον πᾶσι κατέστησεν. ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ C τὰς μὲν καταλεπτύνειν, ὡς ἐνόν, τὰ δ’ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι καὶ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου ἐκθησομένη τὰς τοῦ γραφέως μόνον 70 κομψείας περ.ιελοῦσα. ἔχει δὲ οὕτως οὐδὲν ἰσοστάσιον μη- D τρὸς συμπαθοῦς καὶ φιλόπαιδος οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἀν κίνδυνος προορᾶταί, κἀν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. εἰ γὰρ βουλεύσεται αὕτη, πάγιον ἔσται τὸ βούλευμα, εἰ ἐπεύξεται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώνιστοι. τοιαύτη γοῦν καὶ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς ἀτελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέσποινα τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς καὶ ἀναγωγός. καὶ γὰρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης μητρὸς πόθος προέδραμε καὶ υἱοῦ (??). 84 πίστις ἀκέραια συνετηρήθη. μία ψυχὴ ἐν διῃρημένοις σώμασι διεγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. οὐ τὸ ἐμὸν ἢ τὸ σόν, τὸ ψυχρὸν τοῦτο ῥῆμα, ἐρρήθη, καὶ τὸ δὴ μεῖζον, ὅτι αἱ αὐτῆς εὐχαὶ τὸν πάντα χρόνον πληθυνόμεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυσαν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον. ἀλλ’ ἐπεὶ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλείᾳ μου καὶ τοῦ συμφέροντος αὐτῇ ἀντεχομένη καὶ τοῦ κοινοῦ, ἑτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς ̔Ρωμανίας ἐξέλευσιν διὰ φροντίδος μὲν πολλῆς ποιεῖται Β καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευθέτησιν, οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετι- 10 ante οὐδὲν spatium septem litterarum vacuum in F 18 ἀγωγός 20 σώμασιν ἐγνώσθη 28 αὐτὴ κῶν τε καὶ πολιτικῶν πραγμάτων διοικήσεως φροντίς. εὗρε γοῦν ἀριστοκρατίας οἷον ἀνεπιβούλευτον ὀχύρωμα, ὡς ἂν τῇ ἡγιασμένη καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῆς ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις. διορίζεται οὖν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυσοβούλλου, ἵνα δι’ ἣν ἔχει πολυπειρίαν περὶ τὰ βιωτικὰ πράγματα, εἰ καὶ τέλεον τούτων καταπεφρόνηκεν, ἅπερ ἂν ἐγγράφως διορίσηται, κἀν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ’ αὐτὸν σεκρετικῶν ἢ τῶν ἄλλων πάντων, ὧν αἱ ὑπομνήσεις ἢ αἰτήσεις C ἢ κρίσεις ἑτοιμασθήσονται ἐπὶ συμπαθείαις δημοσιακαῖς ὀφλημάτων, τὸ κῦρος ἕξουσι μόνιμον ὡς παρὰ τοῦ γαληνίου κράτους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἐξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. οἷαι γὰρ ἂν λύσεις παρ’ αὐτῆς ἀποφανθήσονται ἢ καὶ προστάξεις ἔγγραφοι ἢ ἄγραφοι, κἀν εὔλογοι κἀν ἀνεύλογοι, σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν, ὡς αὐτῆς τῆς βασιλείας μου λογισθήσονται. τῷ δὲ μηνὶ τοῦ κατὰ τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα, ἀλλὰ καὶ ἐπὶ προβολῶν D καὶ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καὶ ἐπὶ τοῖς ἀξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς V. κῶς ἡ ἁγία μήτηρ αὐτῆς ἔξει ἄδειαν ὁ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἴ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ εἰς θέματα καὶ διαδεχθήσονται, τιμηθήσονται δὲ καὶ ἐν μεγίστοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις, ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι καἰ ἀμετάπτωτοι. ἀλλὰ καὶ αὐξήσεις Ρ. ῥογῶν καὶ προσθήκας δόσεων καὶ συμπαθείας τῶν λεγομένων συνηθειῶν καὶ σχιδευμοὺς καὶ ἀποσχιδευμοὺς προστάξει αὕτη ἀνενδοιάστως καί, περιεκτικῶς εἰπεῖν, οὐδὲν ἀσυντελὲς λογισθήσεται, ὅπερ αὐτὴ κελεύσει ἐγγράφως τε καὶ ἀγράφως. τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται καὶ οὐδὲν τούτων ἀθετηθήσεται, 2 οἷον ἀριστοκρατίας 4 γοῦν 9 ἁπάντων 17 τῷ] τὸ F 20 βασιλικῶν Diesterwegius 27 σχιδευσμοὺς καὶ ἀποσχιδευσμοὺς 31 ἀθετηθείσεται F Β ἀλλὰ κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἑξῆς χρόνους. καὶ οὔτε εὐθύνην οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἤ εἰς τὸ μετέπειτα παρ’ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἐξυπηρετουμένων αὐτῇ ἢ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογοθέτης τῶν σεκρέτων, κἂν εὔλογα κἂν παράλογα τὰ πραχθησόμενα δόξῃ. τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἕξουσιν ἐς ἀεί, ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα. ’’