Ἐπεὶ δὲ τὸν Μελισσηνὸν Νικηφόρον τῆς τοῦ καίσαρος κατὰ τὴν ὑπόσχεσιν ἔδει ἀξίας μετειληχέναι καὶ τὸν Ἰσαάκιον δέ, πρῶτον τῶν ἀδελφῶν κατὰ χρόνον ὄντα, μείζονι ἐχρῆν τιμηθῆναι ἀξιώματι, ἕτερον δὲ ἀξίωμα πλὴν τοῦ καίσαρος οὐκ ἦν, νέον ὀνοματοποιήσας ὁ βασιλεὺς Ἀλέξιος ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκράτορος σύνθετον ὄνομα τὸ τοῦ σεβαστοκράτορος τἀδελφῷ ἐφηρμόσατο οἱονεὶ δεύτερον Β βασιλέα πεποιηκώς, τὸν Καίσαρα τούτου ὑποβιβάσας καὶ τρίτον ἐν ταῖς εὐφημίαις ἀριθμησάμενος μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν. οὐ μὴν ἀλλὰ καὶ στέμμασιν ἐν ταῖς πανδήμοις ἡμέραις αὐτοὺς στεφανοῦσθαι προσέταττε τόν τε σεβαστοκράτορα καὶ τὸν Καίσαρα κατὰ πολὺ διαφέρουσι τῇ 5 τε om 6 κατὰ om 8 ψιλωτέραν 10 ἐπέρρει τούτοις 14 τὴν om F 18 εἶχε ψόγου ἄξιον ἐν τοῖς πολέμοις οὑμὸς θεῖος 27 τοῦτον πολυτελείᾳ τοῦ διαδήματος, ᾧ αὐτὸς ἐστεφάνωτο. τὸ μὲν 16 γὰρ βασιλικὸν διάδημα καθάπερ ἡμισφαίριον εὔγυρον τὴν κεφαλὴν διαδεῖ πανταχόθεν μαργάροις καὶ λίθοις κοσμούμενον, C μενον, τοῖς μὲν ἐγκειμένοις, τοῖς δὲ καὶ ἐξηρτημένοις· ἑκατέρωθεν γὰρ τῶν κροτάφων ὁρμαθοί τινες ἀπαιωροῦνται διὰ μαργάρων καὶ λίθων καὶ τὰς παρειὰς ἐπιξέουσι. καί ἐστι τοῦτο ἐξῃρημένον τι χρῆμα τοῖς βασιλεῦσι στολῆς· οἱ δὲ τῶν σεβαστοκρατόρων καὶ τῶν Καισάρων στέφανοι σποράδην ἔστιν ὅπου τῶν μαργάρων καὶ λίθων μετέχοντες ἄνευ τοῦ ἐπισφαιρώματος. κατ’ ἐκεῖνο δὲ καιροῦ τετίμηται καὶ ὁ Ταρωνείτης καὶ γαμβρὸς ἐπ᾿ ἀδελφῇ τοῦ βασιλέως πρωτοσέβαστός τε καὶ πρωτοβεστιάριος, μετ’ οὐ πολὺ δὲ καὶ πανυπερσέβαστος ἀναδείκνυται καὶ ξύνθωκος τῷ καίσαρι γίνεται. D πρὸς δὲ καὶ Ἀδριανὸς ὁ ἀδελφὸς αὐτοῦ πρωτοσέβαστος ἀξιοῦται περιφανέστατος· καὶ Νικηφόρος ὁ ὕστατος ἀδελφὸς μέγας τε δρουγγάριος τοῦ στόλου προὐβέβλητο καὶ εἰς τὴν τῶν σεβαστῶν καὶ οὗτος ἀνήχθη βαθμίδα. τούτων δὲ τῶν ἀξιωμάτων τὴν καινοτομίαν ὁ ἐμὸς πατὴρ προσεξεύρατο τὰ μὲν συνθείς, καθάπερ ἄνωθεν εἴρηται, τοῖς δὲ καὶ παραχρησάμενος. τὸ μὲν γὰρ πανυπερσέβαστος καὶ σεβαστοκράτωρ καὶ ὅσα τοιαῦτα συντέθεικε, τῇ δὲ τοῦ σεβαστοῦ ἀξίᾳ παραχρησάμενος φαίνεται. σεβαστοὶ γὰρ οἱ βασιλεῖς ἀνέκαθεν ἐπιθετικῶς ὠνομάζοντο, καὶ ἦν ἐξιδιαζόντως εἰς βασιλέας 79 λεγόμενον τὸ τοῦ σεβαστοῦ ὄνομα· αὐτὸς δὲ εἰς τὸ κοινότερον πρῶτον κατήνεγκε τὴν τοιαύτην ἀξίαν. εἰ γάρ τις εἰς ἐπιστήμην καί τινα ὑπερτάτην φιλοσοφίαν ἀνάγοι τὴν βασιλείαν ὥσπερ τέχνην οὖσαν τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, θαυμάσαιτο ἂν καὶ τὸν ἐμὸν πατέρα οἷόν τινα ἐπιστήμονα τε καὶ ἀρχιτέκτονα τὰ ὑπὸ τὴν βασιλείαν καινοτομοῦντα καὶ πράγματα καὶ ὀνόματα· πλὴν ὅσον οἱ μὲν τῶν λογικῶν ἐπιστημῶν προστάται διὰ σαφήνειαν τὰ τοιαῦτα τῶν ὀνομάτων Β ἐφεύραντο, ὁ δ’ ἐπιστημονάρχης οὗτος τῆς βασιλείας Ἀλέξιος 5 ὀρμαθοί F 13 σύνθωκος 17 ἀνηνέχθη 18 ̔an πρῶτος ἐξεύρατο? ut supra 64, S 23 βασιλέα 32 δὲ πρὸς τὸ ξυμφέρον ἅπαντα τῇ βασιλείᾳ διῳκονόμητο ξενίζων πολλάκις καὶ περὶ τὴν τάξιν τῶν πραγμάτων καὶ περὶ τὴν κλῆσιν τῶν ὀνομάτων. ὁ μέντοι ἱεροπρεπὴς ἐκεῖνος ἀνὴρ καὶ πατριάρχης Κοσμᾶς, οὗ καὶ πρότερου διεμνημονεύσαμεν, μεθ’ ἡμέρας τινὰς κατὰ τὴν μνήμην τοῦ ἱεράρχου Ἰωάννου τοῦ θεολόγου τὴν ἱεροτελεστίαν τελέσας ἐν τῷ κατὰ τὸ Ἕβδομον ἐπ’ ὀνόματι τοῦ ἤδη ῥηθέντος σηκῷ, τὸν ἀρχιεραικὸν θρόνον διαπρέψας ἔτη πέντε καὶ μῆνας ἐννέα, παραιτεῖται τὴν ἀρχιερωσύνην καὶ ἄπεισιν εἰς τὴν τοῦ Καλλίου μονήν. ἐγχειρίζεται δὲ τοὺς τῆς ἀρχιερωσύνης οἴακας μετ’ αὐτὸν ὁ προρρηθεὶς ἐκτομίας Εὐστράτιος ὁ Γαριδᾶς. ἐπεὶ δὲ ὁ τῆς C βασιλίδος Μαρίας υἱὸς Κωνσταντῖνος ὁ πορφυρογέννητος μετὰ τὴν παράλυσιν τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ Μιχαὴλ τοῦ Δούκα τὰ ἐρυθρὰ μὲν ἑκὼν ἀπεδύσατο πέδιλα, τὰ δὲ κοινὰ καὶ μέλανα ὑπεδύσατο, Νικηφόρος ὁ Βοτανειάτης ὁ μετὰ τὸν Δούκαν καὶ πατέρα τοῦ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένος τὰ μὲν μέλανα ἐκεῖνον ἀποβαλεῖν διωρίσατο, ἐκ ποικίλων δὲ σηρικῶν ὑφασμάτων ὑποδήματα προσέταττε περιδεῖσθαι ὥσπερ τὸν νεανίσκον ἐπαισχυνόμενος καὶ τοῦ κάλλους ὁμοῦ καὶ τοῦ γένους ἀγάμενος. τὸ μὲν γὰρ κόκκινον διόλου ἀπαστράπτειν αὐτῷ τῶν πεδίλων οἷον D ἐφθόνει, τὸ δέ τινας τόπους ἐκ τῶν ὑφασμάτων ἀνθεῖν τὸ V. κόκκινον ὑπεδίδου. μετὰ δὲ τὴν τοῦ Κομνηνοῦ Ἀλεξίου ἀνάρρησιν ἡ βασιλὶς Μαρία καὶ μήτηρ ἐκείνου ταῖς ὑποθημοσύναις πεισθεῖσα τοῦ Καίσαρος ἔγγραφον πίστιν δι’ ἐρυθρῶν βεβαιωθησομένην γραμμάτων καὶ σφραγῖδος χρυσῆς παρὰ τοῦ αὐτοκράτορος, ὥστε μὴ μόνον ἀσινὴς σὺν τῷ υἱῷ διατηρηθῆναι, ἀλλὰ καὶ συμβασιλεύειν αὐτῷ κἀκεῖνον τά τε ἐρυθρὰ ὑποδιδυσκόμενον καὶ στεφηφοροῦντα καὶ ὡς βασιλέα σὺν αὐτῷ ἀναγορευόμενον. καὶ οὐκ ἠστόχησε τῆς αἰτήσεως, ἀλλὰ λαμβάνει χρυσόβουλλον λόγου βεβαιοῦντα 1 συμφέρον 3 ἀνὴρ om 22 post ἐφθόνει in F dimidia pars versus erasa, item eius qui sequitur 29 ὑποδεδυσκόμενον (S) τὰ αὐτῆς θελήματα ἅπαντα, τηνικαῦτα καὶ ἃ ὑπεδιδύσκετο ἐκ σηρικῶν ὑφασμάτων περιελόντες τῶν διόλου ἐρυθρῶν ὑποδημάτων τούτῳ μεταδιδόασι κἀν ταῖς δωρεαῖς καὶ χρυσοβούλλοις λόγοις δεύτερος τοῦ λοιποῦ συνυπογράφων ἦν διὰ κινναβάρεως τῷ βασιλεῖ Ἀλεξίῳ κἀν ταῖς προπομπαῖς μετὰ τῆς βασιλικῆς τιάρας συνεπόμενος. ὡς δέ τινες ἔφασαν, καὶ πρὸ τῆς ἀποστασίας τὰς περὶ τούτου συνθήχας εἶχεν ἡ βασιλίς, ἵν᾿ οὕτω τὰ χατὰ τὸν υἱὸν αὐτῆς γίνοιτο. οὕτω γοῦν τῶν βασιλείων ἐχείνη ἐξέρχεται μετὰ προπομπῆς ἀξίας ἐν τοῖς κατὰ τὴν μονὴν τοῦ μεγάλου μάρτυρος Γεωργίου παρὰ τοῦ ἀποβεβιωχότος Κωνσταντίνου βασιλέως τοῦ Μονομάχου οἰκοδομηθεῖσιν Β οἰχήμασι κατασχηνώσουσα (Μάγγανα ταῦτα ἡ κοινὴ εἰσέτι κικλήσκει διάλεκτος) Ἰσαακίου συνεφεπομένου ταύτῃ τοῦ σεβαστοκράτορος.