Πολλοὶ μὲν οὖν, ὡς ἄνωθεν ἔρηται, τὴν τῆς βασιλίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες ὑπετονθόρυζον, ὡς εἰς κῆδος ταύτην ἀγαγέσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. οἱ δὲ Δοῦκαι οὐδὲν μέν τι τοιοῦτον ἐνενόουν οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἐννοίαις), ἀλλὰ 8 ἐπεπτώκει 12 τῷ om 31 μέν τι] μέντοι τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφάσιστον κατ’ αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν , ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς εὐφημίας ἐξῆρχεν, οἱ περὶ τοὺς Κομνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον, μὴ τὴν Εἰρήνην τῷ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. ὁ δ’ ἐμβριμησάμενος κάτωθεν αὐτοῖς φησιν „οὐ δι’ ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδυσάμην αὐτός, ἀλλὰ δι’ ἥν φατε Εἰρήνην’’. ἅμα δὲ Ρ. (??) καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλεξίῳ ἀνευφημεῖν. ταῦτα ταῖς μὲν ψυχαῖς τῶν Δουκῶν πολὺν ἐνέβαλε θόρυβον, τοῖς δέ γε μωμοσκόποις λοιδορίας ὕλη κατὰ τῆς βασιλίδος Μαρίας ἐγένετο. ὁ δὲ βασιλεὺς Ἀλέξιος μηδ’ ἐν νῷ τοιοῦτόν τι βαλλόμενος καὶ πῶς γάρ;) , ἀλλὰ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν παραλαβών, ἀνὴρ ἐν πᾶσί δραστήριος, εὐθὺς τῶν ὅλων πραγμάτων γίνεται καί, ὡς ἄν εἴπῃ τις, ὡς ἀπὸ κέντρου τῶν ἁπάντων κατάρχεται. ἀνίσχοντος γὰρ ἡλίου εἰς τὰ βασίλεια εἰσελθών, πρὶν ἢ τὸν V. (??) ἀπὸ τῆς στάσεως κονίσσαλον ἀποτινάξασθαι καὶ τὸ σῶμα διαναπαῦσαι, B εὐθὺς τῆς τῶν στρατιωτικῶν ὅλος ἐγεγόνει φροντίδος. καὶ τὸν ἀδελφὸν Ἰσαάκιον ὡς πατέρα σεβόμενος κοινωνὸν εἶχεν ἐν πᾶσιν, ἅμα καὶ τὴν μητέρα, ἐν ταῖς τῶν κοινῶν διοικήσεσιν ὑπερείδοντας , κἂν τὸ μεγαλόνουν αὐτοῦ καὶ δραστήριον οὐ πρὸς μίαν βασιλείας διοίκησιν, ἀλλὰ πολλαῖς καὶ διαφόροις ἐζήρκει. αὐτὸς δὲ πρὸς τὸ κατεπεῖγον ἀπονενευκὼς ἦν τὸ τῆς ἡμέρας ἐπίλοιπον καὶ τὴν ὅλην νύκτα ἐς φροντίδα καταναλώσας τοῦ στρατιωτικοῦ πλήθους σκεδασθέντος εἰς τὸ Βυζάντιον ἅμα καὶ ἀτάκτοις ὁρμαῖς κεχρημένου, ὅπως μὲν αὐτοὺς θορύβου ἄτερ τῆς ἀτάκτου ἀνακόψῃ C ὁρμῆς, ἀφροντιστίαν δὲ τῷ κοινῷ τοῦ λοιποῦ περιποιήσηται. ἐδεδίει γὰρ καὶ ἄλλως τὸ ἰταμὸν τῶν στρατιωτῶν, καὶ μᾶλἐξήρχετο 5 9 ἀνεδυσάμην] ἀνεδυσάμην] 16 τῶν εὐθὺς 17 εἴποι 19 κονίσαλον 23 αὐτοῦ Diesterwegius: αὐτῆς 29 θορύβου ἄτερ αὐτοὺς λον ὅσῳπερ ἐκ διαφόρων συνείλεκτο, μὴ καὶ κατ’ αὐτοῦ χεῖρον διανοήσαιντο. ὁ δὲ Καῖσαρ Ἰωάννης ὁ Δούκας βουλόμενος τάχιον τὴν βασιλίδα Μαρίαν ἀποσκευάσασθαι καὶ τῶν βασιλείων ἀπελάσαι ὑποψίας τε τοὺς πολλοὺς ἀπαλλάζαι ψευδοῦς ἔνθεν μὲν τὸν πατριάρχην Κοσμᾶν παντοίως ὑπεποιεῖτο ἀξιῶν τὰ ὑπὲρ αὐτῶν φρονεῖν καὶ τοῖς λόγοις τῆς D τῶν Κομνηνῶν μητρὸς μηδαμῶς ὑπείκειν , ἐκεῖθεν δὲ τῇ βασιλίδι Μαρίᾳ νουνεχῶς ὑπετίθετο ἔγγραφον τι τοῦ αὐτοκράτορος ἐξαιτησαμένην αὐτῆς τε χάριν καὶ τῆς τοῦ παιδὸς ἀσφαλείας οὕτως ἐκεῖθεν ὑποχωρῆσαι Πάτροκλον πρόφασιν ταῦτ’ ἐσχηκώς. ἔφθασε γὰρ ἀντιλαβέσθαι ταύτης , ὁπηνίκα ὁ βασιλεὺς Μιχαὴλ ὁ Δούκας τῆς βασιλείας ἐζέστη , καὶ τῷ μετ’ αὐτὸν βεβασιλευκότι Νικηφόρῳ τῷ Βοτανειάτῃ συμβουλεύσασθαι συναφθῆναι ταύτῃ πρὸς γάμου κοινωνίαν, ὅτι ἐξ ἀλλοδαπῆς ἐστι καὶ συγγενᾶν ὄχλος οὐ προσῆν αὐτῇ, δι’ ὧν ὁ βασιλεὺς ὀχλοῖτο, περί τε τοῦ γένους καὶ τῆς τοῦ σώματος 74 ὥρας ἀπαγγέλλων πολλὰ καὶ πολλάκις ἐπαινῶν αὐτήν. καὶ γὰρ ἦν εὐμήκης μὲν τὴν ἡλικίαν καθαπερεὶ κυπάριττος, λευκὴ δὲ τὸ σῶμα ὡσεὶ χιών, πρόσωπον κύκλον μὲν οὐκ ἀπαρτίζον, τὸ δὲ χρῶμα δι᾿ ὅλου ἄνθος ἠρινόν ἢ ῥόδον ἄντικρυς. τὰς δὲ τῶν ὀμμάτων αὐγὰς τίς ἀνθρώπων ἐζείποι ; ὀφρῦς ὑπερανεστηκυῖα καὶ πυρσή, βλέμμα χαροπόν. ζωγράφου μὲν οὖν χεὶρ τὰ τῶν ἀνθέων πολλάκις ἐμιμήσατο χρώματα, ὁπόσα ὧραι φέρειν εἰώθασι, τὸ δὲ τῆς βασιλίδος κάλλος καὶ ἡ ἐπιλάμπουσα αὐτῇ χάρις καὶ τὸ τῶν ἠθῶν ἐπαγωγόν τε καὶ εὔχαρι ὑπὲρ λόγον καὶ τέχνην ἐφαίνετο· οὐκ Ἀπελλῆς, οὐ Φειδίας οὐδέ τις τῶν ἀγαλματοποιῶν τοιοῦτόν ποτε παρήγαγεν ἄγαλμα. καὶ ἡ μὲν τῆς Γοργοῦς κεφαλὴ λίθους ἐξ ἀνθρώπων Β τοὺς ὁρῶντας ἐποίει, ὡς λέγεται, τὴν δὲ ἰδὼν τις βαδίζουσαν ἢ αἴφνης ὑπαντιάσας ἐκεχήνει τε καὶ ἐπὶ ταὐτοῦ σχήματος , ἐφ’ ᾧ ἔτυχεν ὤν, ἕστατο ἐννεός, ὡς ἀφῃρῆ- 3 Μαρίαν om 4 τοὺς add Diesterwegius 6 τὰ θ’ 10 ὑποχωρεῖν 13 αὐτοῦ (s) 18 καθαπερεὶ] καθάπερ ἡ 23 τὰ χρώματα τῶν ἀνθέων πολλάκις ἐμιμήσατο σθαι τηνικαῦτα δοκεῖν καὶ ψυχὴν καὶ διάνοιαν. ἀναλογία γὰρ τοιαύτην μελῶν καὶ μερῶν, τοῦ ὅλου πρὸς τὰ μέρη τούτων πρὸς τὸ ὅλον, οὐδεὶς οὐδέπω τοιαύτην ἐν ἀνθρώπο σώματι ἐθεάσατο · ἄγαλμα ἔμψυχον καὶ ἀνθρώποις φιλοκο λοις ἐράσμιον. Ἵμερος γὰρ ἄντικρυς ἦν σωματωθεὶς οἷο εἰς τόνδε τὸν περίγειον κόσμον. τούτοις οὖν ὁ Καῖσαρ συγ χρησάμενος τότε τὴν τοῦ βασιλέως καταμαλάττει καὶ χει- C ροῦται ψυχήν, κἂν πολλοὶ αὐτῷ συνεβούλευον τὴν βασιλίδ ἀγαγέσθαι Εὐδοκίαν, περὶ ἧς ὑπετονθόρυζόν τινες, ὡς τη V. (??) βασιλειίας καὶ αὖθις ἱμειρομένη τὸν Βοτανειάτην, ὁπηνίκ τὴν Δάμαλιν κατέλαβεν ἐπειγόμενος εἰς τὴν βασίλειον ἀνα χθῆναι περιωπήν, διὰ γραμμάτων ἐσφετερίζετο · οἱ δέ , ὅτ οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς ἰδίας θυγατρὸς Ζωῆς τῆς πορφυρογεννήτου· καὶ τάχα διηνύκει ἄν τὸ σπουδαζόμενον, εἰ μή τις τῶν θεραπόντων τῆς ὁρμῆς ταύτην ἀνέκοψε, Λέων ἐκτομίας ὁ Κυδωνιάτης , πολλὰ καὶ καίρια πρὸς αὐτὴν εἰρηκώς, ἅ κατὰ μέρος ἀπαγγέλλειν ἡμῖν οὐ θέμις φύσει τὸ D διαβάλλειν ἀποστρεφομένοις, τοῖς δὲ τῶν τοιούτων λογοποιοῖς πάντως καὶ περὶ τούτων μελήσει. ὁ μέντοι Καῖσαρ Ἰωάννης παντοίως αὐτὸν μετελθὼν πέρας δέδωκε τῇ βουλῇ πείσας συναφθῆναι τῇ βασιλίδι Μαρίᾳ, καθὼς ὁ λόγος σαφέστερον φθάσας ἐδήλωσε, κἀντεῦθεν παρρησίαν πολλὴν ἐσχήκει πρὸς αὐτήν. ἐπεὶ δ’ ἔν τισιν ἡμέραις ταῦτ’ ἐτελεῖτο, μὴ βουλομένων τῶν Κομνηνῶν ἀθρόον τῶν βασιλείων αὐτὴν ἀπελάσαι, Ρ. ἅτε πολλῶν αὐτῆς εὐεργετημάτων τυχόντων παρ’ ὅλον τὸν τῆς βασιλείας αὐτῆς χρόνον, οὐχ ἧττον δὲ καὶ δι’ ἥν πρὸς αὐτὴν ἴσχον συνήθειαν τῇ προφάσει τῆς ἐξ ἀμφοτέρων τῶν μερῶν ξυμπεσούσης συγγενείας, πολλοὶ ἐκ πολλῶν συνείροντο λόγοι νοημάτων διαφόρων ἐξαγγελτικοί, τῶν μὲν ἄλλως ἐκλαμβανομένων τὰ πραττόμενα, τῶν δὲ ἑτέρως, ὡς ἕκαστος εὐνοίας ἢ μίσους εἶχε τὰ πρὸς αὐτὴν τῶν εἰωθότων ἐκ προαιρέσεως 13 θυγατρὸς om 15 ταύτης 16 Κυδωνειάτης 24 αὐτὴν ἀπελάσαι τῶν βασιλείων 26 ἔσχον πρὸς αὐτὴν 28 συμπεσουσης καὶ μὴ ὡς ἔχουσι κρίνειν τὰ πράγματα. καὶ δὴ στέφεται τέως ὁ Ἀλέζιος μόνος παρὰ τῆς δεξιᾶς τοῦ ἀρχιερέως Κοσμᾶ. καὶ γὰρ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Μιχαὴλ τοῦ Β Δούκα τοῦ υἱοῦ Κωνσταντίνου αὐτοκράτορος τελευτήσαντος τοῦ ἱερωτάτου πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου μηνὸς Αὐγούστου δευτέραν ἄγοντος ἐπινεμήσεως τρισκαιδεκάτης χειροτονεῖται τηνικαῦτα οὗτος , ἀνὴρ ἱεροπρεπὴς καὶ πλήρης ἁγιωσύνης. τοὺς Δούκας δὲ τὸ μήπω τὴν βασιλίδα τῆς βασιλικῆς ταινίας ἀξιωθῆναι ἐπὶ πλέον ἐξεδειμάτου· ἐνίσταντο δὲ ὅμως καὶ τὴν βασιλίδα Εἰρήνην τοῦ στέφους ἀξιωθῆναι. ἔτυχε δέ τις μοναχὸς Εὐστράτιος τὴν κλῆσιν, Γαριδᾶς τὴν ἐπωνυμίαν, τὰς οἰκήσεις ἀγχοῦ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας ποιούμενος καὶ ἀρετὴν δῆθεν ὑποκρινόμενος· οὗτος c θαμὰ πρὸς τὴν μητέρα τῶν Κομνηνῶν πάλαι παραγινόμενος περὶ βασιλείας προὔλεγεν. ἡ δὲ καὶ ἄλλως φιλομόναχος οὖσα, ἀλλὰ καὶ τοῖς τοιούτοις ὑποσαινομένη λόγοις τὴν εἰς αὐτὸν πίστιν ὁσημέραι ἐπὶ πλέον αὐξάνουσαν ἐδείκνυ κἀντεῦθεν τῷ ἀρχιερατικῷ τῆς μεγαλοπόλεως θρόνῳ ἐγκαθιδρῦσαι τοῦτον προτεθύμητο. καὶ τὸ ἁπλοῦν καὶ ἄπραγμον τοῦ τηνικαῦτα ἀρχιερέως προφασιζομένη ἔπειθέ τινας λόγους παραιτήσεως ἐν σχήματι συμβουλῆς πρὸς αὐτὸν ἀνακινεῖν ὡς δῆθεν διὰ τὸ αὐτῷ συμφέρον τοῦτο ξυμβουλεύοντας. ἀλλὰ τὸν ἱερὸν ἐκεῖνον ἄνδρα ἡ σκῆψις αὕτη οὐ διελάνθανε · καὶ τέλος τὴν D ἰδίαν ἐπομοσάμενος κλῆσιν φησι πρὸς αὐτοὺς „νὴ τὸν Κοσμᾶν, εἰ μὴ διὰ τῶν ἐμῶν χειρῶν ἡ Εἰρήνη τοῦ στέφους ἀξιωθῇ , τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ ἀποστήσομαι”. οἱ δὲ ἐπαναστρέψαντες ἀπαγγέλλουσι τῇ δεσποίνῃ τὰ μηνυθέντα · ἔφθασαν γὰρ ἤδη οὕτω ταύτην καλεῖν ἅπαντες τοῦ φιλομήτορος βασιλέως τοῦτο βουλομένου. ἑβδομαῖα τοίνυν μετὰ 64 τὴν Ἀλεξίου ἀνάρρησιν καὶ ἡ αὐτοῦ ὁμευνέτις Εἰρήνη διὰ τοῦ πατριάρχου Κοσμᾶ ἀξιοῦται τοῦ στέφους.