Οὕτω μὲν οὖν τὰ περὶ τὴν ἕω κατηύναστο· καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος ταχυδρόμον ἀποστείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου, ὅτιπερ τὴν ἐκείνου ἄφιξιν μεμαθηκὼς σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχαηλᾶν Β προσεληλύθει. ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι, ἀλλὰ κενὸν ἀποπέμψαι, ὃν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἐπεπόμφει γραμσυνέβαινεν 4 6 πόρρω που] * * * ότατ F 7 τὴν 8 εἰρήνην 15 ἐπιδραξάμενον ἤδη, 20 δὲ As om F 21 ἐξεβιάζετο 27 ὅτι τὰ περὶ 31 ἀποπεπόμφει ματοκομιστὴν χρήματα δι’ αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ’ αὐτοῦ ἐναντίον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομαχάτον ὁ αὐτοκράτωρ χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὅν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος καὶ τὴν ἅπασαν C αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος ἐκεῖθεν ἐξελθὼν τὸν λιμένα τοῦ Βρεντησίου κατέλαβε κἀκεῖσε τὴν τοῦ Παλαιολόγου ἐς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα ἐν τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους V. περιέστειλε καὶ πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ἐν ταῖς ναυσὶ σπουδαίως εἰσαγαγὼν εἰς τε τοὺς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας καὶ πάντοθεν τὰ πρὸς πόλεμον ὀξέως μάλα ἐξαρτύσας διαπερᾶν ἠπείγετο. D ἐσκόπει γάρ, ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης καὶ ἠπείρου, ἲν ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτοὺς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσεται. θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καὶ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ τὰ πάντα ἤδη τετέλεσται, λύσας τὰ πρυμνήσια τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου σχῆμα διατυπώσας σὺν εὐταξίᾳ τοῦ πλοὸς ἀπεπειρᾶτο. οὐρίου P. δὲ τυχὼν πνεύματος τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε καὶ τὴν ἠϊόνα παραπλέων ἀπῆλθε μέχρι βοθρεντοῦ. κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ Βαϊμούντου προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφόδου κατασχεῖν διχῆ τὸ ἅπαν διελὼν στράτευμα τὸ μὲν αὐτὸς κατεῖχε διὰ θαλάττης τὸν ἀπόπλουν 7 ἱδροῦντά FCA 10 Βρεντεσίου F εἰς 14 ναυσὶν εἰσαγαγὼν σπουδαίως 16 ἐξαρτήσας (s) 23 τὰ ante πάντα om 29 του υἱοῦ αὐτοῦ Βαϊμούντου τοῦ προφθάσαντος ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι, τοῦ δὲ τὸν Βαϊ- Β μοῦντον ἄρχειν ἐπέτρεψε διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ράχιον ὁδεῦσαι. καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρός τὸ Δυρράχιον ἀποκλίνας κατά τι ἀκρωτήριον Γλῶσσαν καλούμενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν ὀρῶν κινηθέντες τὴν θάλασσαν σφοδρῶς συνετάραττον. κἀντεῦθεν ἠγείρετο τε τὰ κύματα καὶ ἐπωρύετο αἵ τε κῶπαι τῶν προσκώπων καθιέντων ἐθραύοντο τά θ’ ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἱ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον καὶ αὔτανδρα ἤδη C τὰ σκάφη κατεποντίζετο, κἄν θέρους ὥρα ἦν τοῦ ἡλίου τὸν καρκίνον ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναί φασιν. ἐταράττοντο οὖν ἅπαντες ἐξαπορούμενοι καὶ οὐκ εἶχον ὅ τι καὶ δράσαιεν πολεμίοις τοιούτοις ἀντικαθίστασθαι μὴ δυνάμενοι. θροῦς δὲ ἐπῆρτο πολύς, ᾤμωζον, ἐποτνιῶντο, ἐθεοκλύτουν θεὸν σωτῆρα ἐπικαλούμενοι καὶ τὴν ἤπειρον θεάσασθαι ἐπηύχοντό. ὁ δὲ κλύδων τέως οὐκ ἐνεδίδου μηνίοντος ὥσπερ τοῦ θεοῦ D πρὸς τὸ τοῦ Ῥομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἤδη. τὰ μὲν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντίσθη, τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. τῶν δὲ περιστελλουσῶν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρωτέρων γεγονυιῶν οἱ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν 82 καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. τὸ δέ γε σκάφος, ἐν ᾦ ὁ Ῥομπέρτος ἐνῆν, ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· ἐσώθησαν δὲ καί τινες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως. 99 πολλοὺς μὲν ἡ θάλαττα ἀποπτύσασα οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλα τινά, ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ῥομπέρτου 4 κατὰ τὸ 6 θάλατταν 8 καθιέντων] καθημένων 11 κατεποντίζοντο 22 προσαρραχθέντα F 28 διεσώθησαν 30 μὲν οὖν συνεπεφέρετο, περὶ τὴν ψάμμον κατέστρωσε. τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐπίμπλαντο. οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. τῶν οὖν ἐδωδίμων πάντων ἀφανισθέντων τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ σωθέντες, εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ τοῖς καρποῖς ἔβριθον. συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς, τὸν δὲ Ῥομπέρτον οὐδὲν τῶν γεγονότων ἐφόβει ἀκαταπτόητον ὄντα καὶ ἐς τοσοῦτον, οἶμαι, τὴν ζωὴν Β ἑαυτῷ διαρκέσαι ἐπευχόμενον, ἐφ’ ὅσον πρὸς οὓς ἐθέλει μάχεσθαι δύναιτο ἄν. ἔνθεν τοι καὶ τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν, ἀλλὰ μετὰ τῶν σωθέντων ἦσαν γάρ τινες οἱ θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας ἐφ’ ᾧ αὑτὸν ἀνακτήσαδθαι, διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ του κλύδωνος τῆς θαλάττης διασωθέντας, φθάσαι δὲ καὶ τοὺς τοὺς εἰς τὸ Βρεντήσιον καταλειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν C προσδοκωμένους διὰ στόλου καταλαβεῖν τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως, ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ θαλάσσης τὸ Ἰλλυρικὸν πεδίον κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων. συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος, ὡς ἔλεγε, πρέσβυς τοῦ ἐπισκόπου βάρεως πρὸς τὸν Ῥομπέρτον ἀποσταλείς, καὶ ὡς διεβεβαιοῦτο, σὺν τῷ Ῥομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. καὶ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν D τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. ἐν ᾗ βασιλεύς ποτε Ἠπειρώτης Πύρρος Ταραντίνοις ἑνωθεὶς Ῥωμαίοις ἐν ᾿Απουληϊᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο· καὶ έντεῦθεν πολλῆς γεγονυίας, ὡς ἅπαντας ἄρδην ξίφους παρέμπίμπλαντο 3 4 ἀπάντων 9 ἀκαταπτοήτως ἔχοντα εἰς 12 περισωθέντων 15 αὐτὸν 21 τῆς θαλάσσης 28 ἰλαδὸν 29 Ταραντίνοις Possinus: ταραντῖνος FC 31 ἄρδην ἅπαντας ἀνάλωμα γεγονέναι, ἄοικος πάντη καταλέλειπται. ἐν ὑστέροις δὲ χρόνοις, ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν, ὑπ’ Ἀμφίονος καὶ Ζήθου 100 ἀνοικοδομηθεῖσα εἰς ὃ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. τοσαῦτα μὲν οὖν προσιστορείσθω καὶ περὶ ταύτης τῆς πόλεως· καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγου ἐνταυθοῖ συμπεπεράνθω, τὰ δ’ ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν. 6 παριστορείσθω