Οὕτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας αὐτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυον τὸν κίνδυνον ἀπειλοῦν Β ἡτοιμάζετο ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, σκοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπτκειμένοις ἐχθροῖς ἀντικατασταίη. καὶ ἐπεί, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τοὺς μὲν ἀθεωτάτους Τούρκους περὶ τὴν Προποντίδα ἐώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ περὶ τὴν Νίκαιαν αὐλιζομένου (οὗ καὶ τὸ σουλτανίκιον ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομάσαιμεν) καὶ προνομεῖς συνεχῶς ἀποστέλλοντος καὶ λῃζομένου ἅπαντα τά τε περὶ τὴν Βιθυνίαν διακείμενα καὶ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους C καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτῆς ἐπιχειροῦντας τῆς θαλάσσης· οὓς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας ἐν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις καὶ ἱεροῖς τεμένεσι μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος ἔντρομοι διὰ παντὸς ὄντες διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι· ταῦτα ὁρῶν ὁ βασιλεύς, πολλοῖς κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπὰς τοῦ κρατήσαντος 1 τμήματα ἕκαστος ἕκαστος 2 ἑκάστου 3 (corr. Ducangius) ἀστροπελέκιν FA 19 τὸ om 21 προνομὰς 26 θαλάττης γίνεται λογισμοῦ καί, ὡς ἐνόν, ἔργου εἴχετο. ἀφ᾿ ὧν οὖν ἐξ ὑπογύου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων τῶν ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος καὶ ἐν ἀκατίοις ἐνθέμενος τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας D μόνον, τοὺς δὲ καὶ ἄλλως θωρήξασθαι εἰδότας κόρυσί τε καὶ ἀσπίσι καὶ δόρυσι νυξὶ περὶ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρᾳ ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευεν, εἴ γε κατανοοῖεν μὴ πολλαπλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, καὶ εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἐξῄει. ἀπειροπολέμους δὲ πάντη γινώσκων αὐτοὺς ἐπέσκηπτεν ἀψοφητὶ τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι φυλαττομένους ἅμα καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωχμαῖς τῶν πετρῶν λοχώντνων βαρβάρων. τούτοων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων κατ᾿ ὀλίγον τῶν περὶ τ ὴν θάλατταν χωρίων P. 96 ἀνωτέρω ἐχώρουν οἱ βάρβηαροι. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς τοῖς ἀποσταλεῖσι παρεκλεύετο καταλαβεῖν, ἅπερ ἐκεῖνοι πρῴην κατεῖχον πολίχνια καὶ οἰκοδομδήματα, καὶ εἴσω τούτων διανυκτερεύειν· περὶ δὲ τὰς ἡλιακὰς αὐγάς, ὁπηνίκα χορταγωγίας χάριν ἤ τινος ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμαίνει ἐξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι, καὶ εἴ τι κατ᾿ αὐτῶν δυνηθεῖεν, ἀρκεῖσθαι, τούτῳ, κἂν μικρὸν ᾖ, καὶ μὴ B πλεῖον ζητοῦντας παρακινδυνεύειν καὶ θάρσος τοῖς ἐχθροῖς ἐντεῦθεν διδόναι, ἀλλ᾿ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβατοι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτοορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἰππασίας κατὰ τῶν ἐνεατίων V. 8 ποιεῖν οὐκέτι ἐν νυκτὶ οὐδὲ λάθρα ἐμπίπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. κὰι οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόννασι καὶ οἹ πεζῇ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς C ἐναντίοις μαχόμενοι ἑωθινοὶ αὐτοὶ ἐπετίθεντο καὶ ἡλίου ἐς 2 τῶν m 8 ἐκελευσεν 11 ἠρρεσίαν F 12 ῥοχμαῖς F ῥωωγμαῖς 14. ὀλίγων (S) 19 τινος καὶ ἐτέρας 25 ‘fortasse ἀποθαρρήσαντα῾ s 30 oï πεζοἰ οἱ μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. οὕτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα ξυνέβαινεν. οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηνὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καὶ τῶν περὶ τὴν Βιθυνίαν καὶ Θυνίαν ἅπασαν καὶ D τῶν τῆς Νικομήδους ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνης ἀνέπεισε τόν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτου ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἤδη πρὸς τὴν ἠϊόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέχεται λόγον. εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἤδη ἐπιδραξάμενον ἀρχῆς, κατὰ μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον· προπέποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. ἔνθεν 97 τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθόδου τῆς τε Δαμάλεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἅμα δὲ καὶ δώροις δεξιωσάμενος ἐξεβιάσατο εἰς εἰρηνικὰς ἀπονεῦσαι σπονδὰς καὶ ὅρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκὼς μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ μήτε ποτὲ πρὸς τὰ ὅρια Βιθυνῶν ἐξορμᾶν ἔπεισεν.