Ταῦτα μὲν οὖν οὕτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ῷκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο· ἀλλ᾿ οὐδὲ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳθυμηκὼς ἦν. γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἑρμάνον ἐκθέμενος, εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπύης ἔρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν καὶ πρὸς ἅπαντας τοὺς Β ἀρχηγοὺς τῶν Κελτικῶν χωρῶν δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἡρέθιζεν· ὧν οἱ μὶν τῆς πρὸς τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν, οἱ δὲ ὑπισχνουντο, εἰ πλείονα λάβοιεν. ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὅ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας ·καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων ὑποποιησάμενος, ἐπεὶ καταπειθῆ τοῦτον ἐγνώκει καὶ τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνούμενον, c μεθ' ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τόδ᾿ ὑπαγορευόντων τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἐπὶ τὸ βέλτιον εὐχῆς ἐστιν ἔργον τῇ βασιλείᾳ μου, πανευγενέστατε καὶ τῷ ὄντι Χριπασῶν 8 om 10 παρέξῃ 11 οὖν om 30 τάδε F 31 ἔργον ἐστὶ στιανικώτατε ἀδελφέ. καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαι σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα τὴν ἐν σοὶ καταμαθούσῃ θεοσέβειαν; ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφικὴ σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ κατὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς D ἀναδεχθῆναι σοι κάματος, ἴνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καὶ τοῦ θεοῦ πολέμιον καὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σοι τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, καὶ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ θεόν σου φρονήματος. τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλείαν τἆλλα μὲν ἔχει καλῶς, οὐκ ἐν ἐλαχίστοις δὲ ἀστατεῖ καὶ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον V. 78 κυμαινόμενα. ἀλλ’ εἴ τι δεῖ πιστεύειν θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι, ταχεῖα ἡ καταστροφὴ τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. οὐδὲ γὰρ ἀνέξεται πάντως θεὸς ῥάβδον ἁμαρτωλῶν κατὰ τῆς κληρονομίας αὐτοῦ ἐπὶ τοσοῦτον ἐπαφίεσθαι. τὰ μέντοι παρὰ τοῦ κράτους ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγαλοδυνάμῳ σου ἐξουσίᾳ, αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἑκατὸν βλαττία, ἀπεστάλησαν νῦν διὰ P. 94 τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ κατεπάνω τῶν ἀξιωμάτων τὴν ἀρέσκειαν τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου. καὶ τὸ ῥηθὲν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργασμένου ἀργύρου καὶ Ῥωμανάτου παλαιᾶς ποιότητος. καὶ τελειουμένου τοῦ ὅρκου παρὰ τῆς εὐγενείας σου σταλήσονταί σοι καὶ αἱ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν νομισμάτων καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσιν ἀξιωμάτων διὰ τοῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογγιβαρδίαν κατέλθῃς. ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρκος, προεδηλώθη πάντων Β τῇ εὐγενείᾳ σου, ἀπαγγελεῖ δ’ ἔτι σαφέστερον καὶ ὁ 5 κατὰ S: μετὰ 8 σου 11 τὰ μὲν ἄλλα οὐκ add s 13 τῷ θεῷ 17 ἐπαφίεσθαι ACs ἀφίεσθαι F 22 σου καὶ εὐγενεστάτου 24 ἀργυρίου 28 εἴκοσι πρωτοπρόεδρος Κωνσταντῖνος καὶ κατεπάνω, ὡς καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἕκαστον τῶν κεφαλαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ διὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναί. ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας σου ἀποσταλέντων πρέσβεων ἐγίνετο , διεμνημονεύθησάν τινα τῶν ἀναγκαιοτέρων κεφάλαια· ὅτι δὲ περὶ τούτων μὴ ἔχειν πρόσταξιν εἶπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι, κατὰ τοῦτο καὶ ἡ βασιλεία μου τὸν ὅρκον αὐτοῖς ἀνήρτησε. τοίνυν καὶ τελεσθήτω ὁ ὅρκος παρὰ τῆς εὐγενείας σου, ὡς ὁ πιστός σου Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ ὡς C τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μοι ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστοκράτορος καὶ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, θεαθῆναι παρ’ αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός· τὰ γὰρ ἔξω καὶ σωματικὰ δευτέρου τίθεται λόγου ἡ βασιλεία μου, εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. D ὡς γάρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὅσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὗτος ἐπέχει ἀδελφιδοῦς, θεοῦ εὐδοκοῦντος οὐδέν ἐστι τὸ κωλῦον ἑνωθῆναι ἡμᾶς δι’ αἵματος συγγενικοῦ καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανούς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς, ἵν’ ἐντεῦθεν δι’ ἀλλήλων ἕκαστος δυναμούμενοι φοβεροὶ τοῖς ἐναντίοις ὦμεν καὶ ἀήττητοι μετὰ θεοῦ. τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαριταρίων, θήκη διάχρυσος 3 παρὰ (s) 9 αὐτῆς F 15 μου 19 δεύτερα (s) 27 Χριστιανοῖς 28 ἕκαστος δι’ ἀλλήλων 29 καὶ ἀήττῃτοι om ἔχουσα ἔνδον τμήματα διαφόρων ἁγίων, ὧν ἕκαστον διὰ τοῦ ἐφ’ ἑκάστῳ αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδονύχιον καὶ ἐμπότης κρύος, ἀστροπέλεκυν δεδεμένον μετὰ 95 χρυσαφίου καὶ ὀποβάλσαμον. μακρύναι ὁ θεὸς τὴν ζωήν σου, πλατῦναι τὰ τῆς ἐξουσίας σου ὅρια καὶ θείη σοι πάντας τοὺς ἀντιπίπτοντας εἰς ὀνειδισμὸν καὶ εἰς καταπάτημα. εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου καὶ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου καὶ γένοιντο σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ 79 ἐχθροὶ τῆς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης τὸ ἄμαχον τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλίζοντι.’’