Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες παραχρῆμα τὸν ἐπ᾿ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαὴλ, ὃς ἐν ὑστέροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πέμπουσι πρὸς αὐτόν. ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τηνικαῦτα ἐπάρχου ὁ Ῥαδηνὸς δὲ οὗτος ἦν) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκάτιον τι μικρὸν ἀπέρχεται μετ’ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου περιώνυμον μονήν · εἶτα τὸ μοναδικόν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου οὗτοι δεδιότες ἔτι ἐν συγχύσει καὶ ἀταξίᾳ τῶν πραγμάτων 71 ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον. καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. οἷα τὰ τῆς τύχης· ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον, ὅτε ἐπιμειδιᾶν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καὶ περιπορφύρει τὰ πέδιλα · ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξῃ, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμφιέννυσιν. ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. ἐρωτηθεὶς δὲ παρά του τῶν συνήθων, εἰ Β εὐφόρως τὴν μεταβολὴν φέρει, φησίν ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ’ ἄλλων ὀλίγη μοι ἡ φροντίς”. ἡ μέντοι βασιλὶς Μαρία συνάμα τῷ υἱῷ Κωνσταντίνῳ, ὃν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ Δούκα, ἔτι τοῖς 4 τηνικαῦτα] τότε 6 μονὴν περιώνυμον 16 ἐπισυνάξει βασιλείοις προσέμενε δεδοικυῖα περὶ ξανθῷ Μενελάῳ κατὰ τὴν ποίησιν πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχουσα, κἄν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλα τινὰ περὶ αὐτῆς ὑπετόπαζον. προεφθάκει γὰρ τὸν μὲν γαμβρόν, τὸν δὲ θετὸν υἱὸν εἰσποιήσασθαι. ταῦτα δὲ ἀνέπεισεν c αὐτὴν οἰκονομῆσαι οὐκ αἰτία τις κατὰ τοὺς πολλοὺς ἐπίψογος οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον, ἀλλὰ τὸ ἐπ’ ἀλλοτρίας εἶναι, μὴ συγγενῆ , μὴ συνήθη, μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. οὐκ ἤθελεν οὖν ἀσυντάκτως ἐκεῖθεν ἐκστῆναι δεδοικυῖα, μή τι κακὸν συμβαίη τῷ παιδί, ἄν ἐκεῖθεν ἐξέλθῃ πρὸ τοῦ ἐχέγγυον τι ἀσφαλείας λαβεῖν, ὁποῖα ἐν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν. ἦν γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον, οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν, καὶ οὐ νέμεσις, εἰ τοὺς ἐμοὺς ἐπαινοίην ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως) D ἡδὺ μὲν οὐκ ἐν λόγοις μόνον, ἀλλὰ καὶ ἐν παντοίαις κινήσεσι καὶ περιστροφαῖς παιγνίων ἀπαράμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον, ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα, ἐρυθήματος μεστόν, ὅπου δέοι, καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἐξαστράπτοντα ῥόδα· οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ᾿ ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὥσπερ ἐν χρυσῇ σφενδόνῃ · κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς ὁρῶντας οὐράνιόν τε καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν καὶ v τὸ ὅλον, εἶπεν ἄν τις ἰδών, ὁποῖον τὸν Ἔρωτα γράφουσιν. αὕτη ἡ ἀληθὴς αἰτία τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι εἰδυῖα τοῦτο σύνηθες εἶναι τοῖς πολλοῖς , καὶ μᾶλλον ὁπηνίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο, καὶ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν · ἀλλὰ καὶ ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον ἐκ παιδαρίου συνανατραφεῖσα τῇ βασιλίδι καὶ οὔπω τὸν ὄγδοον ὑπερελάσασα χρόνον. πολὺ δὲ τὸ περὶ ἐμὲ 6 οἰκονομῆσαι] οἰκοδομεῖν 11 ἐξέλθοι F 27 σύνηθες τοῦτο 31 συνατραφεῖσα (s) φίλτρον ἔχουσα τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς Β ἄλλους διαφερομένων, τῶν μὲν οὕτως, τῶν δὲ οὕτως ἐκλαμβανομένων τὰ τότε πραχθέντα , ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἤ μίσους εἶχε, καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης· ἠκηκόειν δὲ πολλάκις αὐτῆς διηγουμένης, ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἷον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐμπεπτώκει, ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασιλείαν ἀπετίθετο. καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καὶ ἀληθείας ἐπιμελουμένων ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τῷ τότε κατέσχηκεν. ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα · ὁ δέ γε τέως τῶν σκήπτρων C δραξάμενος Ἀλέξιος ὁ ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος μὲν ἰδίαν σύνευνον πεντεκαιδέκατον ἔτος ἔγουσαν σὺν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καὶ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ. οὕτω γὰρ ἔφθασε καλεῖσθαι ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν ἐπωνυμίαν λαχόν. αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μητρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν, ὃ καὶ βουκολέων ἐπονομάζεται ἐξ αἰτίας τοιᾶσδε. καὶ γὰρ ἀγχοῦ τῶν τούτου τειχῶν λιμὴν δι’ ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο, D ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν. ἔχεται τοῦ κέρως τοῦ βοὸς καὶ ἐξαυχενίσας αὐτὸν ἐμφύεταί πως τῷ λαιμῷ. ἐξ οὗ δὴ καὶ βουκολέων ὁ τόπος ὅλος ὠνόμασται τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.