Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν ἀποστασίαν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην ἤδη Β ἐγγίσαι, τὸν δέ γε Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν φθάσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε μήτε ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρος τε ὢν καὶ μᾶλλον περιδεὴς, κἂν ἐν νεότητι ἀνδρικώτατος ἦν, τοσοῦτον τότε μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπ·αντας καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο αἱ δὲ δυνάμεις C ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον καταφαίνετα), βλέπων ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῆς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων εἰς ἑτέραν ἐτράπετο γνώμην, ἵνα θωπείαις τισὶ καὶ ὑποσχέσεσιν ὑποποιησάμενός τινας τῶν φυλασσόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην οὕτως αἱρήσει τὴν πόλιν. ταῦτα δι’ ὅλης νυκτὸς μελετήσας εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωὶ παραγίνεται ἀπαγγέλλων τὰ σκοπηθέντα 2 ὁ Διογένης 5 τινῶν] τῶν 7 καὶ om F 8 ἀποστασίαν] τοιαύτην ἐπιχείρησιν Cs 14 μηδ’ 16 μόνον τότε ἀνέπνει Diesterwegius: ἀπέπνει 21 δὲ] ‘an γὰρ?’ 8 25 παλίμβουλον F 27 φυλαττόντων 28 αἱρήσῃ 29 ὅλης τῆς καὶ ἀξιῶν ἅμα συνέψεσθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχ καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας ἦσα D γὰρ ἐκ διαφόρων) καὶ διαγνῶναι, ὅπως δυνατόν ἐστιν ἅλω ναι τὴν πόλιν. ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἅτε μοναχικὸν οὔπω πρῴην περιβεβλημένος ἀμφίον καὶ συνεὶ ὅτι καταγελῷτο ἂν ὑπὸ των περὶ τὸ τεῖχος ἱσταμένων κα τὰς ἐπάλξεις, εἰ οὕτως τὸν πλησιασμόν τῶν τειχῶν ἀνεδύετο ὅπερ καὶ πέπονθεν. ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνῇ κολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν P. (??) ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. ὁ ἐπισυνάξας τὸ ἐπισκύνιον καὶ ἔνδοθεν ὑβριζόμενος παρ οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τὸν νοῦν. εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ’ οἶς ἂν κρίνωσι, τῶν δ’ ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. ἐπυνθάνετο οὖν, τίνες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. ὡς δὲ ἐνταῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε στράτυμα δὲ τῆς Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον), ἐκεῖσε δὲ τοὺς ἐκ τῆς Θούλης Βαράγγους τούτους δὴ λέγω τοὺς πελεκυφόρους B βαρβάρους), ἀλλαχόσε δὲ τοὺς Νεμίτξους ἕθνος δὲ καὶ τοῦτο βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν), φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης ἔχοντες εὔνοιαν θᾶττον ἂν τὰς ψυχὰς προδοῖεν ἢ πονηρόν V. (??) τι κατ’ αὐτοῦ μελετῆσαι πεισθήσονται· οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἷον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου C διαδεχόμενοι τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. τῶν δέ γε Νεμίτξων ἀποπειρώμενος ἴσως οὐ πόρρω βαλεῖ σκοποῦ, 1 συνέψασθαί 7 εἰ οὕτως r: εἰκότως 15 γοῦν 19 πελεκοφόρους F 25 παραδοῖεν ἀλλ᾿ εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν τηρουμένου πύργου. πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ ἐκ θείας ὀμφῆς τούτους δεξάμενος. διά τινος οὖν ἀποσταλέντος παρ᾿ αὐτοῦ τὸν ἡγεμόνα τῶν Νεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ἄνωθεν προκύψας D πολλά τε εἰπὼν καὶ ἀκούσας συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων ὁ στρατιώτης. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ᾿ ἐλπίδας περιχαρεῖς γενόμενοι μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.