Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ Μελισσηνοῦ C σηνοῦ διέτρεχε φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ’ ἱκανῆς στρατιᾶς εὐφημεῖσθαί τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως οὐκ εἶχον. τὰ δὲ κατ’ αὐτοὺς κἀκεῖνος μαθὼν πρέσβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν. οἱ καὶ καταλαβόντες ἤδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον οὑτωσί πως διεξιούσας ὁ θεός με μέχρι Δαμάλεως μετὰ τῆς ὑπ’ ἐμὲ στρατιᾶς ἀσινῆ διεσώσατο. μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καἰ τῶν δεινῶν καθ’ 2 εἷναι ἐφθέγγετο Α om F 3 παρείκαζεν Α om. F 13 αὐτῶ F 15 εἰς 27 post διεξιούσας add C minio scripta περὶ τῶν τοῦ μελισσηνοῦ πρέσβεων C: eadem verba F in mg habet pro indice ὑμῶν ἐπιχειρημάτων θεοῦ προμηθείᾳ ῥυσθέντες τῆς ἑαυτῶν D πεφροντίκατε σωτηρίας. ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει θεοῦ νεύσει ἐξ ἀγχιστείας ὑμῖν προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ τῇ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ’ αἶμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε (??). 52 θεός, δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ ἀσφαλές τε καὶ ἀκατάσειστον, ὅπως μὴ παντὶ ἀνέμῳ μεταφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες ἐπ ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖταί, εἰ θεοῦ νεύσει τῆς πόλεως παρ’ ὑμῶν ἑαλωκυίας ὑμεῖς μὲν τὰ τῆς ἑσπέρας διεξάγοιτε πράγματα θατέρου ὑμῶν ἀναρρηθέντος, ἐμοὶ δὲ τὰ τῆς Ἀσίας ἀποκληρωθῆναι ἐκχωρήσοιτε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καἰ ἀναγορευομένῳ, ὡς ἔθος τοῖς βασιλεῦσίν ἐστι, σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι, (??) κἂν οἱ τόποι καὶ τὰ πράγματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. καὶ οὕτως ἡμῶν ἐχόντων ἀστασίαστα δι’ ἀμφοῖν διεξάγοιτο ἂν τά τῆς ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο · τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλουμένου Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο. τούτων (??) οὕτω γινομένων οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι’ ἀκροβολισμῶν, ὡς ἐνόν, τῶν τειχῶν ἀπεπετρῶντο τῆς πόλεως. τῇ δὲ μετ’ αὐτὴν μετακαλεσάμενοι τούτους τὰ αὐτοῖς εἶπον δοκοῦντα. τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ Καίσαρος ἀξιώματι καὶ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν, 7 περιφερώμεθα 10 ἡμῶν 11 θατέρου ὑμῶν ἀναρρηθέντος om 12 Ἀσίας] ἑῴας As ἐκχωρήσετε As ἐκχωρήσητε C 14 ἐστιν 29 ταινίαις (s) 30 εὐφημίαις (s) ἐν ᾗ καὶ ὁ ἐπ᾿ ὀνόματι τοῦ μεγαλομάρτυρος Δημητρίου περι καλλὴς ναὸς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκεῖνο τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεο προσιοῦσι παρέχει. οἱ δὲ δυσχεραίνοντες ἐπὶ τούτοις, ἐπεὶ C ἐφ’ οἷς μὲν ἔλεγον οὐκ εἰσηκούοντο, ἑώρων δὲ πολλὴν τὴ κατὰ τῆς πόλεως τοῦ ἀποστάτου παρασκευὴν καὶ παμ πλήθη τὴν ὑπ’ αὐτὸν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤο αὐτοῖς ἀποστενούμενον, δεδιότες μὴ τῆς πόλεως ἁλούσῃ τεθαρρηκότες οἱ Κομνηνοὶ οὐδ’ ἅπερ νῦν ὑπισχνοῦνται θε λήσωσι περατῶσαι διὰ χρυσοβούλλου λόγου ταῦτα γενέσθα ἐγγράφως δι’ ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο κατανεύει πρὸς τοῦτο ὁ Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεὺς καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὃς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιξεν, ἀνατίθεται τούτῳ τὴν τοῦ χρυσοβούλλου γραφήν. ὁ δ’ ἐπὶ τρισὶν ἡμέραις ὑπερετίθετο D ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὲν λέγων, ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσαι, ἄλλοτε δ’ ὅτι τὰ γεγραμμένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. τοιαῦτα καὶ ἄλλα τινὰ ὁ Μαγγάνης προφασιζόμενος καὶ οἷον μαγγανευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. ἀπάραντες δ’ ἐκεῖθεν οἱ Κομνηνοὶ καταλαμβάνουσι ταχὺ τὰς καλουμένας Ἀρετᾶς. τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καὶ τοῖς κάτωθεν ἱσταμένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος καὶ τὴν ἑτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἑτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοιπαῖς δυσὶ πρὸς ἄρκτον καὶ δύσιν, παντὶ ἀνέμῳ καταπνεόμενος, διειδὲς ὕδωρ καὶ πότιμον ἔχων ῥέον ἀεί, φυτῶν δὲ καὶ δένδρων παντάπασιν ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. 1 μεγάλου μάρτυρος ναὸς περικαλλ‘ὴς, 5 μὲν] μὴ (s) 6 του ἀποστάτου] τούτων Cs 7 ὑπ᾿ αὐτὸν FCs ἐπ αὐτῶν Possinus 10 γίνεσθαι 11 ἐγγράφως om 15 δὲ 21 δὲ F 22 λεγομένας 28 διειδὲς δὲ διὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς Διογένης ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς χάριν οἰκήματα (??). 53 λαμπρὰ καὶ ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. ἐκεῖσε τοίνυν γενόμενοι πέμποντες ἀπεπειρῶντο τοῦ τείχους οὐ δι’ ἑλεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τινῶν ὀργάνων, ἐπεὶ μηδ᾿ ὁ καιρὸς ἐδίδου, ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.