Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντό, ἀλλ’ οὐδ’ οἱ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχειριζόμενοι. στάσις δὲ ἦν ἀσύμβατός κατὰ τὸ φαινόμενον τῶν μὲν τοῦτον, τῶν δ’ ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικῆς περιωπῆς ἱμειρομένων γενέσθαι. παρῆσαν δὲ τότε καὶ οἱ ἐξ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς C Καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ ἐπ’ ὀλίγον φθάσασα τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι, ναὶ μὴν καὶ ὁ τούτων ἐπ’ ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιολόγος, συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἁπάντων 8 ὑπεραγασάμενοι Cs 12 ἐπισπεύδοντος πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας καὶ πάντα κάλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν μηχανὴν εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι. τοιγαροῦν κα τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας ἔνθεν τοι καὶ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. ὅπου γὰρ Ἰωάννης ὁ Καῖσαρ ἦν οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο. ἦν γὰρ ἀπαράμιλλος D οὗτος κατά τε φρονήματος ὄγκον καὶ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. τί μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; τί δὲ οὐκ ἔλεγον; τί δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπήν Ἀλέξιος ἀναβαίη; φάσκοντες ὡς „μεγίσταις ὑμᾶς δωρεαῖς καὶ τιμαῖς ἀνταμείψεται, ὡς ἑκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη συχνὸν χρηματίσαι καὶ μέγας τῆς ἑσπέρας δομέστικος καὶ Ρ. (??) κοινῶν ἁλῶν ὑμῖν μετασχεῖν ἐν λόχοις τε καὶ τοῖς κατασυστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μελῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φεισάμενος σωτηρίας, ὅρη τε καὶ πεδιάδας μεθ’ ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ’ ἕνα γινώσκων, Ἀρηΐφιλός τε ὢν καὶ τοὺς γενναίους τῶν στρατιωτῶν ἔξόχως ποθῶν”. ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον ἐν πᾶσιν αὐτὸν προτιμώμενος εἴτε διὰ τὸ φίλτρον τῆς ἀδελφότητος ἢ καὶ μᾶλλον, ὃ καὶ λεκτέον, Β ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε, πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ’ ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ’ ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν παρεμυθεῖτο τὸν ἀδελφὸν τῇ πρὸς τὴν βασιλείαν ὑποποιήσει πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον, εἰ αὐτὸς μὲν 12 ἀναβαίνῃ 16 συχνὸν] πολὺν 17 κατὰ συστάδην 20 φειδόμενος παρὰ τῆς στρατιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ σχῆμα ποιοῖτο τὴν κράτους δῆθεν ἐκχώρησιν. τοῦ και- C ῥοῦ γοῦν οὕτω τριβομένου συνείλεκτο τὸ ὁπλιτικὸν περὶ τὴν σκηνὴν μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν (??). 51 εὐχόμενος τελεσθῆναι. ἀναστὰς δὲ ὁ Ἰσαάκιος καὶ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο· ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, „ἔα” φησί, διὰ σοῦ ὁ θεὸς τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται”. ἀναμνήσας καὶ ὧν ὁ φανείς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν πρὸς αὐτὸν ἀπεφοίβασεν. ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις ὑπηντηκὼς εἴτε τῶν κρειττόνων τις ὢν ἢ ἄλλως ἄνθρωπος τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, D διορατικώτατος· ἐδόκει δ’ οὖν ἱερεὺς τὸ φαινόμενον ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνήμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὢν ἱππότην ἐφελκυσάμενος πρὸς τὸ οὖς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο λύρας ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης” καὶ προσεῖπε τῷ λόγῳ αὐτοκράτορ Ἀλέξιε”. ταῦτα εἰπὼν καὶ οἷον προμαντευσάμενος ἀφανὴς ᾤχετο. οὐδὲ γὰρ ἧν τῷ Ἀλεξίῳ ἁλώσιμος, καίτοι πανταχόσε περιπαπταίνοντι, εἴ που καὶ τοῦτον θεάσαιτο, καὶ δὴ καὶ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἴ που καὶ καταλάβοιτο, ἵνα τίς τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. ἀλλ᾿ ὅμως ἀφανέστατον ἦν τὸ θεαθέν. ἐκεῖθεν δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἠξίου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ (??). 59 ἐῴκει, μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν πρὸς αὐτὸν μυστικῶς ἐξωρχεῖτο. αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς 3 ποιεῖται F 8 φησίν, ὁ θεὸς διὰ σοῦ 19 ἔντεινε 25 καὶ secundum om 27 δὲ] τε F 31 μυστικῶς πρὸς αὐτὸν τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκη εἶναι ἐφθέγγετο, κατὰ νοῦν δὲ ἕλκων τὸν φανέντα ἐκεί(??) ἱεροπρεπῆ ἄνδρα εἰς τὸν τῆς βροντῆς υἱὸν θεολόγον παρεί καξεν. ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καὶ ἅπε εἷπεν ἐκεῖνος ἐν λόγοις ὁ Ἰσαάκιος ἐν τοῖς πράγμασιν ἐθε ᾶτο, ἐνίστατο τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυ θροβαβὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλι τικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον καὶ τό ἐντεῦθεν ἐξῆρχον οἱ Δοῦκαι τῆς εὐφημίας τά τε B ἄλλα τὸν ἄνδρα καὶ οὗτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. συνάμα δὲ τούτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεῖς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν σχεδὸν ἐς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. καὶ ἦν ἰδεῖν καινόν τι τηνικαῦτα συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἑλέσθαι μᾶλλον ἢ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν βουλομένους ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας καὶ τοσοῦτον, ὡς μηδ᾿ εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.