Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα· οἱ δέ γε ἀποστάται φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλαχερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες ἀδεῶς ἐξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. καὶ τοὺς μὲν τῶν 48 ἵππων αὐτοῦ που καταλιμπάνουσι πρότερον τοὺς ὄπισθεν πόδας ἀπ’ αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ’ ἀναλαβόμενοι, ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλοπόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβάνουσι. καὶ γάρ, ἵνα μεταξύ D πως ἐπιδιηγησαίμην καὶ σαφέστερον ἡμῖν ὁ λόγος προίῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίαν, πρὶν ἢ τὸν βασιλέα ταύτην μετακαλέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, κεῖθι καταλαβόντες ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ’ ἑαυτῶν συλλαβεῖν καὶ συναπαίρειν αὐτοῖς κατηνάγκαζον. οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ᾿ αὐτοὺς θέμενοι πρὸς τόν ἄνδρα δι᾿ ὑποψίαν εὐπρόσωπον. ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου τουτουῒ τῷ βασιλεῖ σιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ ἡ τῆς ἀποστάσιας πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. τὰ μὲν οὖν πρῶτα 9 αὐτοῖς ἀπαρεμποδίστως 14 ἀποστάται] ἀποστάται] Cs 15 ἐξεληλύθεισαν] ἐξεληλύθασιν ( α et ι in ras) F 19 δὲE 23 πρωτοβεστιαρέαν F 30 ἡ τῆς ἀποστάσιας] τῆς τοιαύτης βουλῆς Cs ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἷχεν εὐαγώγως πολλά τε ἀντιτεινόμενος καὶ κατονειδίζων τὴν πρὸς ἐκεῖνον τούτων διαπιστίαν καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακαλοῦνται. ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. φροντίζει δὲ τὸ ἐντεῦθεν περὶ τῶν γυναικῶν, P. (??) τῆς τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης, κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν καὶ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ’ ἐκεῖνο καιροῦ τὴν ταύτης ὡραιοτέραν. οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ αὐτὴν τῷ Παλαιολόγῳ καὶ Ἀλεξίῳ. ταύτῃ τοι καὶ γνώμην ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εἴς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ ἐν Βλαχέρναις τέμενος τῆς θεομήτορος. καὶ κρατεῖ ἡ τοῦ Γεωργίου B γνώμη. εὐθὺς οὖν ἀπελθόντες μετ’ αὐτῶν παρέθεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος λόγου. αὐτοὶ δὲ παλινοστήσαντες, ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὅ τι δὴ καὶ ποιήσαιεν. ὁ δὲ Παλαιολόγος „ ὐμᾶς μέν” φησιν „ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος”. ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. μὴ μελλήσαντες οὖν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις ἐπισάξας C τὰ ἑαυτοῦ ὄπισθεν αὐτῶν ἤλαυνε. καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόυ ( κώμη δὲ καὶ αὕτη Θρᾳκική) διασῴζεται κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώθησαν ἅπαντες. δέον οὖν κρίναντες περὶ τῶν συμπεσόντων αὐτοῖς δηλῶσαι τῷ Δούκᾳ Ἰωάννῃ τῷ καίσαρι ἐν τοῖς ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ 2 sq. προσονειδίζων τὸ εἰς ἐκεῖνον τούτων βούλημα καὶ ὅτι Cs 13 γνώμης 24 μελλήσαντας s: μελήσαντας γοῦν 26 ἐπεισάξας (s) 31 τῶν] ‘an τοῖς?’ s Μοροβίσδου Wilkenus ἀπεστάλκασι τὸν τὴν ἀποστασίαν ἐκείνῳ μηνύσοντα. φθάσας δὲ ὁ τὴν ἀγγελίαν ἐκείνην κομίζων περὶ δείλην ἑῴαν ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν Καίσαρα ἀναζητῶν. ἰδὼν D δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὤν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ καίσαρι, δρομαῖος εἴσεισι καὶ καθεύδοντα τοῦτον διυπνίσας ἀπαγγέλλει τὴν ἀποστασίαν. ὁ δ’ εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίζει τὸν υἱωνὸν κατὰ κόρρης καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπὼν ἀπώσατο. κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθὼν τὴν αὐτὴν ἀγγελίαν κομίζει προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον τὴν τυραννίδα συναινιττόμενον ὡς 49 „ἡμεῖς μέν” φησιν „ὄψον μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ’ εἰ βούλει τῆς εὐωχίας μεταλαχεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος”. ἀνακαθίσας οὖν καὶ ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἑαυτὸν ἐπερείσας εἰσαγαγεῖν τὸν ἐκεῖθεν ἐλθόντα κελεύει. τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, „φεῦ μοι” ὁ Καῖσαρ εἰπὼν εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ὄψεσιν· ἐπὶ μικρὸν 56 δὲ καὶ τῆς ὑπήνης περιδραξάμενος, οἷον ἐν τοσούτῳ λογισμοὺς πολλοὺς ἀνελίττων, εἰς ‘ὲν τοῦτο ἤρεισεν ἑαυτόν, συναποστατῆσαι κἀκεῖνον. εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱπποκόμους καὶ τοῦ ἵππου ἐπιβὰς τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. καὶ Βυζαντίῳ δέ τινι καθ’ ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερομένῳ καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμηρικόν, „τίς πόθεν εἶς ἀνδρῶν;” καὶ ἐπειδὴ παρ᾿ αὐτοῦ ἐμάνθανεν, ἔτι τε χρυσὸν πολὺν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγτὴν 1 πρᾶξιν ἐκείνων μηνύσοντα Cs 6 ἀπαγγέλλει τὸ παρὰ τῶν Κομνηνῶν γινόμενον Cs 8 υἱὸν 12 τὴν τοιαύτην πρᾶξιν αὐτοῦ συναινιττόμενον Cs 14 μεταλαβεῖν 21 συνακολουθῆσαι κἀκεῖνον τῷ τούτων θελήματι Cs 28 πολὺν χρυσὸν καταλῦσαι αὐτῷ ὑπισχνούμενος ὡς ἅμα ἡμέρᾳ, οὗπερ ἂν βούλοιτο, βαδιεῖται. τοῦ δὲ ἐνισταμένου καὶ βαρέως φέροντος B τοῦτο ὁ καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων, ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ἐν λόγοις καὶ δεινὸς ἐν νοήμασι πειθώ τε ἐν γλώττῃ φέρων ᾖπερ Αἰσχίνης ἄλλος ἢ Δημοσθένης. συμπαραλαβὼν οὖν τὸν τοιοῦτον καταλύει ἔν τινι δωματίῳ καὶ παντοίως φιλοφρονησάμενος τραπέζης τε ἀξιώσας καὶ διαναπαύσας καλῶς παρακατέσχε τὸν ἄνδρα. κατὰ τὸ περίοθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίξοντα καταλαμβάνειν ἐπείγεται, ὁ μὲν Βυζάντιος ἐπιθέμενος τὰς ἐφεστρίδας τοῖς ἵπποις εὐθὺ Βθζαντίδος ἐλαύνειν ἠπείγετο. τοῦτο δὲ ὁ καῖσαρ θεασάμενος „ἔα” φησὶ „καὶ συμπορεύου C μεθ᾿ ἡμῶν”. ὁ δὲ μηθ᾿ ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι᾿ ἣν τῆς τοιαύτης φιλοφροσύνης ἠξίωται ἀγνοῶν πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς δ᾿ οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσεις. μὴ ὑπακούοντος δὲ προστάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις καὶ τὴν προκειμένην προεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια εἴσοδον D παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι, παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκαταστασίαν καὶ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τοῦ Κομνηνοῦ ἀποστασίας, καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι διαπερῶσι τὸν Εὖρον καλούμενον ποταμόν. ἀνασειράσας οὖν τὸν χαλινὸν ἐπυνθάνετο ὅθεν καὶ ὅποι πορεύονται, ἅμα δὲ καὶ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καὶ παντοίας θεραπείας ἀξιῶσαι, 4 δεινὸς τοῖς νοήμασι F 12 τοῦτο S: τοῦτον 27 ἤδη τῶν Κομνηνῶν ἐπιχειρήσεως Cs εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοιτήσουσι. συντίθενται οὖν τηνικαῦτα. καὶ ὃς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. οἱ δ’ εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν ὅρκον ἐπλήρουν συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προθύμως διαβεβαιούμενοι. ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς τούρκους πρὸς τοὺς Κομνηνούς. οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν (??). 57 ἄγραν ὑπεραγάμενοι καὶ μάλιστα τούτων οὑμὸς πατὴρ Ἀλέξιος οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ δράσαιεν. προϋπαντήσας δὲ καὶ περιπλακεὶς τὸν Καίσαρα κατησπάζετο. τί τὸ ἀντεῦθεν; τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο τοῦ καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπισπεύσαντος. ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα πλὴν τῶν κατὰ τὴν Ὀρεστιάδα. ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεννίου κατάσχεσιν τῷ μέρει τοῦ Βοτανειάτου προσέκειντο. καταλαβόντες οὖν τὸν (??). 50 Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι τὴν μετ’ αὐτὴν ἐκεῖθεν Β ἀπάραντες τὰ Σχίζα κατέλαβον ( κώμη δὲ καὶ τοῦτο Θρᾳκική) κεῖθι τὸν χάρακα πηξάμενοι.