Ἐπεὶ δὲ ἡ μήτηρ τῶν Κομνηνῶν ἡ Δαλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ D τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ βουλὴν ἀρίστην βουλεύεται. καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας. ἦν γὰρ αὐτῇ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. γίνεται τοῦτο. καὶ δὴ πάντες ὡς ἔθος, παρῆσαν ἐξῆγον τε τοὺς ἵππους τῶν ἱπποστάθμων ἐπιμελῶς στρωννύειν σχηματιζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν τῷ παιδαγωγῷ ὕπνωττον· ἀπομεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλλοντες ἤδη ὁπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφιππάσασθαι τῇ μητρὶ παρέσχον τὰς κλεῖς ἔκλεισαν τε P. 46 ἀψοφητὶ καὶ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ’ ἐγγόνῃ αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς V. 52 κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. τούτων οὕτω γινομένων 3 πως om 5 τὸ δὲ . . . 8 μου in mg. add. F1 7 εἶπα 13 τῶν om 22 σχηματιζόμενοι in mg. add. F1 26 ἐξοπλίζεσθαι 27 ἀφίπτασθαι 30 ὡς] οὐκ F τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. πρὸ ἀλεκτοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξαντες τήν τε μητέρα καἰ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινίου φόρου ὁμοῦ πεζῇ συν ἀπῄεσαν. κἀκεῖθεν συνταξάμενοι ταύταις ἐκεῖνοι μὲν πρὸ τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὗτα δὲ πρὸς τὸν τῆς μεrάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. ὁ δὲ τοῦ Βοτανειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ Β γενόμενον ἐξῄει πρὸς αὐτοὺς δᾷδα ταῖν χεροῖν ἔχων φθάνει τε κατὰ τάχος αὐτοὺς τοῦ τῶν ἁγίων τεσσαράκοντα τεμένους μήπω κατειληφότας. θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ Δαλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φησὶ κατεῖπον ἡμῶν τινες, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας τῇ αὐτῶν χρωμένη, καθὼς ἂν δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. ἄπιθι τοίνυν αὐτός, ἵν’ ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, περὶ τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως”. ὁ δ’ εὐθὺς πρὸς τὸ κελευσθὲν ἠπείγετο. αἱ δὲ φθάνουσι πρὸς τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὃ Προσ- C φύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρῴην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ’ ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἶμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις, ἵνα πᾶς ὁ ἐπ’ ἐγκλήματι ἁλοὺς καὶ φθάσας εἴσω τούτου γενέσθαι τῆς ἐκ τῶν νόμων τηνικαῦτα ἐλευθερῶται ποινῆς. οἱ γὰρ πάλαι βασιλεῖς τε καὶ Καίσαρες πολλῆς προμηθείας ἠξίουν τὸ ὑπήκοον. ὁ δέ γε ἐν τῷ τοιούτῳ τεμένει προσμένων ταχέως αὐταῖς οὐκ ἀπεζύγου τὰς θύρας, ἀλλ’ ἐπυνθάνετο, τίνες καὶ ὅθεν εἶεν. εἰς δέ τις τῶν σὺν αὐταῖς „γυναῖκές” φησιν „ἐξ ἀνατολῶν.. τὰ δὲ πρὸς χρείαν ἅπαντα D δαπανήσασαι ἐπισπεύδουσι τὴν προσκύνησιν οἴκαδε ἐθέλουσαι ἐπανελθεῖν”. ὁ δ’ εὐθὺς ἀποζυγώσας τάς θύρας παραχωρεῖ 4 Κωνσταντινιανοῦ 24 ἀρχείοις Ducangius ταύταις τῆς εἰσόδου. τῇ δ’ ἐπαύριον ἐκκλησιάσας ὁ αὐτοκράτωρ τὴν σύγκλητον, ἐπειδὴ τὰ κατὰ τοὺς ἄνδρας μεμαθήκοι, τὰ εἰκότα πρὸς τούτους ἐδημηγόρησε καταδρομὴν τοῦ δομεστίκου ποιούμενος. ἐκπέμπει δὲ τηνικαῦτα πρὸς τὰς γυναῖκας τόν τε καλούμενον Στραβορωμανὸν καί τινα Εὐφημιανὸν τὴν κλῆσιν μετακαλούμενος αὐτὰς εἰς τὰ βασίλεια. ἡ δὲ Δαλασσηνὴ πρὸς αὐτοὺς εἴπατέ” ,, φησι πρὸς αὐτοκράτορα· οἱ παῖδες οἱ ἐμοὶ δοῦλοί εἰσι πιστοὶ τῆς σῆς 53 βασιλείας καὶ προθύμως ἐξυπηρετοῦντες αὐτῇ ἐπὶ πᾶσιν οὐκ ἐφείσαντο οὔτε ψυχῶν οὔτε σωμάτων ἀεὶ προκινδυνεύοντες ἐκθύμως ὑπὲρ τοῦ σοῦ κράτους. ὁ δὲ κατ’ αὐτῶν φθόνος μὴ φέρων τὴν εἰς αὐτοὺς εὔνοιάν τε καὶ κηδεμονίαν τῆς σῆς βασιλείας μέγαν τὸν κίνδυνον κατ’ αὐτῶν καθ’ ὥραν ἐξήρτυεν· ὡς δὲ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύττειν ἐμελέτησαν, τοῦτο αἰσθόμενοι καὶ μὴ φέροντες τὸν τοιοῦτον ἄδικον κίνδυνον τῆς πόλεως οὐχ ὡς ἀποστάται ἐξῆλθον, ἀλλ’ ὡς δοῦλοι πιστοὶ ἅμα μὲν τὸν ὑπόγυον ἀποδιδράσκοντες κίνδυνον, ὁμὰ δὲ καὶ τὰ κατ’ αὐτῶν μελετώμενα τὸ κράτος σου ἀναδιδάξοντες καὶ τὴν ἀπὸ τῆς σῆς βασιλείας ἐξαιτησόμενοι 47 βοήθειαν.’’ οἱ δὲ ἐπέκειντο σφόδρα μετακαλούμενοι Β ταύτην· ἀγανακτήσασα δὲ ἡ γυνή φησι πρὸς αὐτοὺς „παραχωρήσατέ μοι εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν εἰσελθούσῃ προσκυνῆσαι. ἄτοπον γάρ ἐστιν εἰς τοὺς πυλεῶνας αὐτῆς φθάσασαν μὴ εἰσελθεῖν καὶ μεσίτιδι τῇ παναχράντῳ δεσποίνῃ καὶ θεομήτορι χρήσασθαι εἰς τε τὸν θεὸν καὶ τὴν τοὺ βασιλέως ψυχήν.’’ τὴν εὔλογον οὖν αἴτησιν τῆς γυναικὸς αἰδεσθέντες οἱ πρέσβεις παραχωροῦσιν αὐτῇ τῆς εἰσόδου. ἡ δὲ βραδεῖ ποδὶ στείχουσα ὡς οἷον ὑπὸ τοῦ γήρως καὶ τῆς λύπης κεκμηκυῖα, μᾶλλον δὲ καὶ τὸν κεκμηκότα ὑποκρινομένη περί τε αὐτά που τὰ εἰσόδια τοῦ ἱεροῦ βήματος πελάσασα καὶ γονυκλισίας δύο ποιησαμένη περὶ τὴν τρίτην καθεσθεῖσα χαμαὶ 1 αὐταῖς δὲ F 2 ἐμεμαθήκει 3 ἐδημηγόρησεν 9 ἐν 16 οὐχ ὡς ἀποστάται ἐξῆλθον τῆς πόλεως 18 καὶ om 22 εἰσελθεῖν 28 ἀπὸ τῆς λύπης καὶ τοῦ γήρως ἀπρὶξ τῶν ἁγίων εἴχετο θυρῶν ἐπιβοωμένη ὡς „εἰ μὴ τὰς χεῖρας ἀποτμηθείην, οὐκ ἂν τοῦ ἱεροῦ τεμένους ἐξέλθοιμι, C εἰ μὴ τὸν τοῦ βασιλέως ὥσπερ ἐχέγγυον τῆς σωτηρίας δεξαίμην σταυρόν”. ἐκβαλὼν δὲ ὁ Στραβορωμανὸς ὅνπερ ἐπεφέρετο ἐγκόλπιον σταυρὸν ἐδίδου. ἡ δὲ ,,οὐκ ἀφ᾿ ὐμῶν τὴν πληροφορίαν αἰτῶ, ἀλλ᾿ ἐξ αὐτοῦ τοῦ βασιλέως ἐπιζητῶ τὴν εἰρημένην βοήθειαν. καὶ οὐδ᾿ ἁπλῶς ἐν μικρῷ μεγέθει τὸν διδόμενον ἂν σταυρὸν δεξαίμην, ἀλλ᾿ αξιόλογον τὸ μέγεθος ἔχοντα”, τοῦτο δὲ ἐπεζήτει, ἵνα καταφανὲς πρὸς ἐκείνην τὸ ὅρκιον γίνοιτο· ἐν μικρῷ γὰρ σταυρίῳ τῆς ὑποσχέσεως γινο¬μένης τάχα ἂν τοὺς πολλοὺς τὰ ἐμπεδούμενα διελάνθανον· „ἐκείνου τοίνυν τὴν κρίσιν καὶ τον ἔλεον ἀνακαλοῦμαι. ἄπιτε, ἀπαγγείλατε αὐτω”. ἡ δὲ ἐπὶ τῷ Ἰσαακίῳ νύμφη D αὐτῆς (προέφθασε γὰρ είς τὸν ναὸν εἰσελθεῖν ἅμα τῷ τὰς πύλας ἀνεῳχθῆναι διὰ τὸν ὄρθριον ὕμνον) τὴν ἐπικαλύπτουσαν ὀθόνην τὸ πρόσωπον περιελοῦσά φησι πρὸς αὐτοὺς ,,αὕτη μέν, εἰ βούλεται, ἀπερχέσθω᾿ ἡμεῖς δὲ πληροφορίας ἄτερ τοῦ ἱεροῦ οὐκ ἐξερχόμεθα, κἂν θανεῖν ἡμᾶς πρόκειται”. ἰδόντες οὖν τὸ ἐνστατικὸν τῶν γυναικῶν καὶ ὅπως άναι σχυντότερον αὐτοῖς ἢ πρότερον προσεφέροντο, καὶ πτοηθέντες μὴ θόρυβος γένηται, ἀπελθόντες ἀπήγγειλαν πάντα τῷ Ρ. 5 βασιλεῖ. ὁ δὲ φύσει ἀγαθὸς ὤν, ἐπικαμφθεὶς καὶ τοῖς τῆς γυναικὸς λόγοις, αποστέλλει τὸν ἐπιζητούμενον σταυρὸν πρὸς αὐτὴν πᾶσαν ἀφροντιςίαν αὐτῇ διδούς. καὶ οὕτω τῆς τοῦ θεοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει μετά τε τῶν θυγατέρων καὶ νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων, μετάκλητον δὲ ποιεῖται καὶ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίσαρος Ἰωάννου νύμφην (πρωτοβεστιαρία δὲ ἦν αὐτὴ τὸ ἀξίοψα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ᾿ ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἶναι παρακελεύεται Β 5 στανρὸν ἐγκόλπιον 10 γένοιτο γενομένης 22 τοῖς om 24 ἀφροντηςίαν (S) 26 τῶν νυμφῶν 29 αὕτη καὶ προστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγώγητα. καθ’ ἑκάστην οὖν πρωίαν ἄμφω τοῖς φυλάττουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφερόμενοι ἀπήγγελλον ἅπαν τὸ ἀκουσθέν. ἡ δὲ πρωτοβεστιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὖσα βουλομένη τε τοὺς φυλάσσοντας σφετερίσασθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμων εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο· ἐφεῖτο γὰρ αὐταῖς ἀπαραποδί- C στως εἰσάγεσθαι τὰ πρὸς χρείαν. ἐντεῦθεν προθυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἐκφορὰ πάντα ποιούντων ἐκείνων οὐδὲν αὐτὰς διελάνθανε.