Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προῄει οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν ἀπώλεια εὐχερὴς αὐτοῖς ἐστι τῆς τοῦ αὐτοκράτορος ἐς αὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόντες, πολλὰ δὲ καὶ ἀπειπόντες ἐφ’ ἑτέραν ἀτραπὸν ἐτράπησαν. τίς δὲ αὕτη; ἵν’ ἐν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος ἐκποδὼν τοὺς ἄνδρας ποιήσωνται τοὺς 49 αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες ψευδῆ αἰτίαν ἀναπλασάμενοι. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. καὶ ἐπεὶ πολλὰ γνωσιμαχήσαντες ὑπόγυον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν πρὸς ταύτην κατ’ ἀνάγκην πολλὴν συνωθούμενοι. τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; ὑποβρύχιον· οὖν ἐν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. ἐπεὶ δὲ μετ’ οὐ πολὺ προσετέτακτο ὁ Ἀλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν (ἔτυχε γὰρ Β νικαῦτα δομέστικος ὢν τῆς ἑσπέρας), ἀφορμῆς εὐλόγου δραξάμενος τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ ἡγεμόνων μετὰ τῶν ὑπ’ αὐτοὺς διὰ γραμμάτων μετεκαλέ- 3 δὲ 14 προΐῃ F 15 ἐστιν αὐτοῖς 18 ἵνα 19 ποιήσονται 29 Κυζίκου Α οm Ρ C σατο. καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. ἐν τοσούτῳ δὲ εἰσελθών τις ἐξ ὑποθήκης θάτερον τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστικος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. ὁ δ’ εὐθὺς μετακαλεσάμενος V. καλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. καὶ ὃς αὐτίκα τοῦτο μὲν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται C τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἐνταυθοῖ συναθροίζεσθαι πιθανῶς παρεκρούετο. ὁ γάρ τοι στρατός” φησι „διεσπαρμένος ὢν ἁπανταχόθεν ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον· καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συναθροίζεσθαι τῇ θέᾳ καὶ μόνῃ ἐξαπατώμενοι.” καίτοι τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόντος, ἰσχυρότερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλεξίου κατέτρεχεν. ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα D κατὰ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι ἀδείας (ἑσπέρα δὲ ἦν) τὴν κατὰ τῶν ἐνέδραν ἐξήρτυον. ἔστι μὲν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστοχήσῃ, ἐξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. ἐντεῦθεν οἱ ῥηθέντες οὐχ ὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν· Κομνηνῶν ἐμηνίων· ἀλλ’ ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὢν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἐξήρτυε. καὶ πρὸς ἀλλήλους τὰ βουλευόμενα διελέγοντο καὶ ὅπως ἂν αὐτοῖς κατὰ νοῦν ἀποβαίῃ P. (??) τὸ πρᾶγμα· καὶ εἰς τοὐμφανὲς ἤδη ἐξέφερον τὸ ὑπ’ ὀδόντα τέως λαλούμενον. ἠκροᾶτο τις τῶν λεγομένων Ἀλανός τὸ 10 φησιν 15 καίτοι] καὶ 16 ἰσχυρώτερος 20 καὶ ἀδείας 24 ἤθους τε καὶ F 27 ἐμήνιον γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσῳκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. τηνικαῦτα γοῦν μέσης ἐξελθὼν φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνοὺς ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. τινὲς δέ φασι μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομνηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. ὁ δὲ εἰσάγει τοῦτον τῇ Β μητρὶ καὶ τἀδελφῷ. ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ξὺν θεῷ τὴν σφῶν σωτηρίαν περιποιήσασθαι. ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν (πολίχνιον δὲ τοῦτο περί που Θρᾴκην κείμενον), ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν (ἀνὴρ δὲ οὗτος μὲν ἴην δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένους λαμπροῦ ἐξ Ἀρμενίων ὁρμώμενος) καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, τὴν ἐκ C πολλοῦ κατ᾿ αὐτῶν μελέτην καὶ τὴν ἐξ ὑπογύου μελετωμένην τῶν ὀφθαλμῶν αὐτῶν ἐκκοπὴν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γενναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνιδὼν ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔργου ἐφάπτεσθαι, φησιν εἰ μὲν αὐγαζούσης τῆς αὔριον ἐξέλθῃς τῶν συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνισόμενος. εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ’ ἐμέ γ’ ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ παραυτίκα καὶ σοῦ καὶ τῶν D σὺν σοὶ κατειπεῖν μηδὲ μικρὸν ἀναβαλόμενον”. ὁ δὲ ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, θεοῦ δὲ τοῦτο πάντως ἔργον, οὐκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι’ ὅρκου τὸ ἀσφαλὲς ἑκάτερον ἔχειν”. ἔνθεν τοι καὶ πίστεις πρὸς ἀλλήλους δι’ ὅρκων ἐποιησάτην, ὡς ἄρα, εἰ εἰς τὸν 2 γοῦν ἐξελθὼν μέσης ἤδη φυλακῆς 4 ἀπαγγελῶν C ἀπαγγέλλων F 14 μὶν om ἦν II. 5, 801 18 ἐκκοπὴν αὐτῶν 21 συνειδὼς 25 γε F 27 ἀναβαλλόμενον βασίλειον θρόνον αὐτὸν ἀγάγοι θεός, ἐκεῖνον ἐς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. ἐξελθὼν οὖν ἐκεῖθεν ὁ Κομνηνὸς Ἀλέξιος καὶ τοῦ Πακουριανοῦ V. ἀπαλλαγεὶς πρὸς ἕτερον ἄνδρα καὶ αὐτὸν ἀρειμάνιον τὸν Οὐμπερτόπουλον ἄπεισι καὶ τὸν ἴδιον ἀπαγγέλλει σκοπὸν καὶ τὴν αἰτίαν παρίστησι, καθ’ ἣν διαδρᾶναι βουλόμενος εἰς συμμαχίαν καὶ αὐτὸν προσκαλεῖται. ὁ δ’ εὐθὺς κατενενεύκει· „κἀμὲ δ᾿” ἔφη πάντως ἔξεις εὐψύχως σου καὶ μάλα προκνδυνεύοντα”. προσέκειντο δὲ καὶ τῷ Ἀλεξίῳ μᾶλλον οἱ εἰρημένοι ἄνδρες τά τε ἄλλαι καὶ διότι ἀνδρείᾳ καὶ συνέσει τῶν ἄλλων διέφερε· φιλοδωρότατόν τε ὄντα καὶ τὴν χεῖρα, εἴπερ τις ἄλλος, περὶ τὰς δόσεις εὐκίνητον λίαν ὑπερηγάπων, καίτοι μὴ πάνυ τι πλούτῳ περιρρεόμενον. οὐ Ρ. γὰρ ἦν τῶν ἁρπαζόντων καὶ πρὸς τὸ πλουτεῖν διακεχηνότων. τὸ γὰρ ἐλευθέριον οὐκ ἐν πλήθει παροχῆς χρημάτων κρίνεσθαι εἴωθεν, ἀλλὰ γνώμῃ ταλαντεύεσθαι πέφυκεν. ἔστι γὰρ τὸν ὀλίγα κεκτημένον καὶ πρὸς λόγον τῶν ἐνόντων καταβαλόντα ἐλευθέριον εἶναι, τὸν δέ γε πλοῦτον πολὺν ἔχοντα καὶ τῇ γῇ κατορύττοντα ἢ μὴ πρὸς λόγον τοῦτον τῷ δεομένῳ παρέχοντα ἄλλον Κροῖσον ἢ χρυσομανῆ Μίδαν κίμβικα τε καὶ γλίσχρον καὶ ἕνα τῶν διαπριόντων τὸ κύμινον εἰπὼν ἄν τις οὐ διαμάρτοι τοῦ δέοντος. πάσαις τοίνυν ἀρεταῖς κεκοσμημένον τὸν Ἀλέξιον οἱ ἤδη ῥηθέντες ἄνδρες ἀνέκαθεν Β καὶ πάλαι γινώσκοντες τὴν αὐτοῦ ἀνάρρησιν καὶ ἠγάπων καὶ ἐπηύχοντό. ὁ δὲ Ἀλέξιος καὶ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβὼν δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς αὐτοῦ. νὺξ ἦν ἡ τῆς τυροφάγου κυριακῆς, καθ ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. τῇ δὲ μετ’ αὐτὴν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ’ αὐτὸν ἐξεληλύθει τῆς πόλεως. ἔνθεν τοι καὶ τὸ πλῆθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ 1 ἀγιάγῃ εἰς 5 καὶ τούτω, τὸν 19 πρὸς] κατὰ 22 διαμάρτη FA 24 ἀνάρρησιν αὐτοῦ 27 τοῖς οἰκείοις αὐτοῦ δ’ ἠν Α 28 τὴν (s) 29 βαθέος Α τάχεος F (τ et χ ras) ταχέως C τῆς ἀγχινοίας ἐξ αὐτῶν τῶν πραγμάτων ἀσμάτιον αὐτῷ ἀνεπλέξαντο ἐξ ἰδιώτιδος μὲν συγκείμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατα πως ἀνακρουόμενον καὶ παρεμφαῖνον τήν τε προαίσθησιν τῆς κατ᾿ ἐκείνου C ἐπιβουλῆς καὶ τὰ παρ’ αὐτοῦ μεμηχανημένα. τὸ δὲ ἀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως· τὸ σάββατον τῆς τυρινῆς χαρεὶς Ἀλέξιε ἐνόησές το καὶ τὴν δευτέραν τὸ πρωὶ· ὕπα καλῶς γεράκιν μου.’’ εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ἀσμάτιον, ὡς ἄρα „κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχινοίας, Ἀλέξιε, τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἡμέραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόντων βαρβάρων ’’.