Ἐπεὶ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ 1 τε καὶ] καὶ τὰς 17 οὐδένα 27 sq. τὰ κατ᾿ αὐτοὺς παραδηλῶσαι τῷ βασιλεῖ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνός τις ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τὸ εἶδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν ἐς μειράκιον παραγγέλλων καὶ ἄλλως δὲ προσήκων C αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν ὡς καὶ οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν καὶ τὴν βασιλίδα μᾶλλον διά τοῦτο ἐπ᾿ αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γρηραλέος ἄδικά τε καὶ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. τούτων D ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἦν τὸν τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. καὶ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες τῇ βασιλίδι προσελθεῖν ἐβουλεύσαντο. τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν „οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ᾿ ὡς ὑπὸ λογισμῶν ἀνεκφόρων, ὡς μὴ θαρρεῖν ἔχουσαν, 46 πρὸς ὃν ἄν ἐκκαλύψειας τὸ ἀπόρρητον”. ἡ δὲ τέως μὲν ἐκφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα „οὐ χρή” φησι „τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾶν· αὐτὸ γὰρ τοῦτο ἐς λύπην αὐτοῖς ἀξιόχρεων. ἐμὲ δέ, φεῦ, οἷα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε, μετ᾿ οὐ πολὺ ταμιεύεται”. οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὐ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω 5 εἰς 11 καὶ ὡς οἷον 27 ἐμφαίνειν 29 εἰς τὼ χεῖρε σύννους πρὸς μικρὸν εἱστήκεσαν, εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. τῇ δ’ ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν. ἱλαρώτερον δὲ ἢ πρῴην τούτοις ἀτενίζουσαν ὁρῶντες προσίασιν ἄμφω καί Β φασι σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. μή σε λογισμός τις διαταραττέτω εἰς διψυχίαν ὅλως εἰσάγων’’. ἐκ τούτων οὖν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης τὸ ἀπόρρητον ἤδη συνίεσαν ὀξεῖς τε ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον. καὶ αὐτίκα μάλα προσετίθεντο τε τῇ βασιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς καταστήσαντες C καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο , ἐκθύμως ἐπαμύνειν κατεπηγγείλαντο. συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶσθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειπόντες, ὡς εἴ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ’ αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν θεῷ γε φάναι τὴν δυνατὴν μετὰ D προθυμίας εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ V. ἐκπεπτωκέναι τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. καὶ δὴ καὶ δι’ ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. τῆς γε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον καὶ τὸ ἀπὸ τοῦδε μεθ’ ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπιβουλὴν τοῖς Ρ. φαινομένοις προσχήμασιν. ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς 4 ἀτενίζουσαν τούτοις 5 φασιν 10 συνῄεσαν F δὲ 13 κατεστήσαντο 27 γε γε τε πυρσὸν ἀνήπτετο μέγιστον καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα κατ’ αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρῴην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς δύο παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων, ἀλλ’ ἑτερήμερος ἦν ἑκάτερος. τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν’ εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι διὰ τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Β Σκυθῶν, ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ἦν. οὐ μὴν κατὰ τὴν ὑποψίαν ἐκείνων ἀπηντήκει τούτοις τὰ πράγματα. ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.