Ὡς δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη D ἐκαρτέρουν περὶ τὸ πεδίον τοῦ μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου Συκεώτου βουλευόμενοι εἰ χρὴ πρῶτον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ’ οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ Καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. εὐθὺς οὖν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν ἐγὼ ἤδη καὶ P. (??) μόνος μήθ’ υἱὸν κεκτημένος μήτ’ ἀδελφὸν μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει,” πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν Ἀλέξιον ἀποτείνων τὸν λόγον σὺ γενοῦ μοι θετὸς υἱός. κἀγὼ οὐκ ἀφελοῦμαί τι ὧν ἑκάστῳ τῶν συστρατευομένων σοι πεφιλοτίμησαι οὐδέ τινός σοι ἐξουσίας ἐπικοινωνήσω 1 θατέρου F 2 καλέσας αὐτὸν 10 βαρβάρους] βαράγγους Cs 14 γε πείθῃ μοι 18 πεδίον] μονάδιον Α τοῦ ἁγίου μ. Αs 19 τ. κ. τοῦ Συκεώτου πρότερον 30 ἀφέλωμαι F βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. σοὶ δὲ ἡ Β τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκησις.” πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ Καῖσαρ φθάνει τάχος πρὸς αὐτοὺς ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κατεπείγων. ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ· ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. ἀτενίσας δ’ ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον θεασάμενος ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον „τί πρὸς τὰ ἐνταῦτα;“ φησὶ „ καὶ τί βουλόμενος ἥκεις, C συμπένθερε;” ὁ δὲ „τελέσων μέν, ὡς ἔοικεν, οὐδέν, τὰς δὲ αὐτὰς ταῖς πρῴην καὶ αὖθις ἥκω τοῖς Κομνηνοῖς κομίσων παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. διενίστατο γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ’ ᾧ τὴν αὐτοκράτορα ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείας κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνου τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καὶ τῶν ἐρυθρῶν πεδίλων καὶ τῆς κοινῆς ἁλουργίδος καὶ τοῦ περὶ τὰ βασίλεια διαναπαύεσθαι γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.” εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας αὐτῷ φησιν „ἀπελθὼν D ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα ἦσαν ἂν πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ’ ἐντεῦθεν χώραν ὅλως οὐκ ἔχει τὰ τῆς πρεσβείας. γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας.” ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ· ὁ δέ γε Βορῖλος τὴν τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ’ αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται καὶ τῆς τῶν λαφύρων συλλογῆς ὅλος γεγένηται οὗτοι δὲ μετὰ τῶν ἐξ 10 δὲ 11 θεασάμενος om 14 καὶ αὖθις ἥκω τοῖς Κομνμνοῖς κομίσων] κομίσων ἥκω reliquis omissis 19 μόνον 20 κοινῆς s: καινῆς 24 συμφορώτερα 26 οὐκ ἔχει ὅλως αἵματος καὶ ἐξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν), ἀντικαταστῆναι διέγνω τούτοις λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμὸν. τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας, καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ τοῦ Ρ. 6 Κωνδταντινίου φόρου μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν· οἱ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καὶ πᾶν εἶδος ἀσκήσεως, ᾖπερ οἱ ἐν ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθὼς κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διάψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ’ αὐτὸν χρηματίσας οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν Β ἀγνοήσας ἐφαίνετο. ἀλλ’ εἴτε ἐκ θείας ἐπιπνοίας εἴτε καὶ τοῦ Καίσαρος ὑποθεμένου ἐλέγετο γὰρ καὶ τοῦτο) καὶ πάλαι φιλίως πρὸς αὐτὸν διακειμένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου μὴ χώρει” λέγων πρὸς ἐμφυλίους πολέμους μήτ ἀντίβαινε θεοῦ προστάξει. αἵμασι Χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ’ εἴξας θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.” πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἀπονενευκώς. πλήρης δὲ συγχύσεως ὢν λέληθεν ἠμφιεσμένος ἔτι τὴν Βασιλεῦσι C πρέπουσαν στολήν. ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα κεκολλημένων διὰ μαργάρων πέπλων παραλύει τηνικαῦτα τῆς ἐσθῆτος φάμενος μετά τινος μυκτῆρος καὶ σεσηρότος ἤθους ὡς τοιοῦτον ἡμῖν ἐπ’ ἀληθείας προσήκει νῦν”. ὁ δὲ εἰς τὸν μέγαν τοῦ θεοῦ νεὼν τῆς τοῦ θεοῦ σοφίας εἰσελθὼν ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ. 6 Κωνσταντίνου 26 τοῖς βασιλεῦσιν 28 περικεκολλημένων 30 τοιοῦτο