Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ᾿ αὐτὸν ἐν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως ἀπό τε τῆς ἔω Νικηφόρου τοῦ Μελισσηνοῦ περὶ τὴν Δάμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτείων μᾶλλον παραχωρῆσαι. κατασχεθείσης δὲ τῆς πόλεως ἤδη παρὰ τῶν Κομνηνῶν μετακαλεσάμενος τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισ- D σηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾧτινι συνείπετο καὶ σπαθάριός τις ἀνὴρ μαχιμώτατος. πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ’ αὐτὸν ἀναλαβόμενος πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν 11 διὰ τῆς Χαρσίου πύλης εἰσεληλύθασιν 15 ἀποκτενεῖν F μόνον πορευόμενος. περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκελεύετο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. ἐγγίζων δὲ ἤδη πρὸς τὴν περαίαν ὁρᾷ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ’ ᾧ τὸν Μελισσηνὸν διαπεραιῶσαι τὸν στόλον εὐτρε- V. (??) πίζοντα καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. Ρ. (??) γνωρίσας οὖν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη ἐπυνθάνετο, ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ’ ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἠξίου. ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησὶ πρὸς αὐτόν εἰ μή σε οὕτω καθωπλισμένον ἑώρων, περιχαρῶς ἂν ἐδεξάμην”. ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ τὸν ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἴδιον πλοῖον εἰσελεύσεως καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. ὁ δὲ Παλαιολόγος ὀμβριμοεργὸς ὢν ἀνὴρ οὐδὲ πρὸς βραχὺ Β περιμείνας ἔργου ἥπτετο. καὶ ὡς πρὸς τὴν πρῴραν ἁλλόμενος τοὺς ἐρέτας ἐπυνθάνετο „τί” λέγων λέγων„ καὶ ὅπη πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγκεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. ὅ ποτε μέγας δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ καὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. πολλὴ ἡ τοῦ Βοτανειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωὴν τάς τε γυναῖκας καὶ τοὺς παῖδας προδοῦναι, ἀλλὰ δεῖ τὴν πόλιν περιαθρήσαντας καὶ C τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους τάς τε σημαίας καὶ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καὶ 18 ὀβριμοεργὸς 29 δεῖ] δὴ τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῷ προσελθεῖν.” οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες πάντες τῆς αὐτοῦ γνώμης γεγόνασι. τοῦ δὲ σπαθαρίου δυσχεραίνοντος ἠπείλησεν ὁ ξιφηφόρος οὗτος Γεώργιος ὁ Παλαιολόγος αὐτοῦ που ἐπὶ τοῦ καταστρώματος τῆς νεὼς D δεσμήσας καταβαλεῖν ἢ κατὰ τοῦ βυθοῦ ῥῖψαι. εὐθὺς οὖν τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε καὶ σὺν αὐτῷ οἱ ἐρέται. τὸν δὲ σπαθάριον δυσχεραίνοντα καὶ μὴ βουλόμενον κατὰ τοῦ καταστρώματος δεσμήσας κατέθηκε. παραπλεύσας δὲ μικρὸν ἀναλαμβάνεται τόν τε ἀκινάκην καὶ τὴν ἀσπίδα καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποιεῖτο ἤδη τὴν εὐφημίαν. ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι παρὰ τοῦ Βοτανειάτου ἐφ’ ᾧ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπερᾶσαι τὸν Μελισσηνόν, εὐθὺς κατέσχεν αὐτὸν καὶ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. ἀποπλεύσας οὖν (??). 66 ἐκεῖθεν συνάμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν τὴν εὐφημίαν λαμπρὰν ποιούμενος. κἀκεῖσε τοῖς ἐρέταις παύσασθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἑστάναι ᾧ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾶν ἀπείργειν. μετ᾿ ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύσας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι φθάνει τοῦτο. καὶ ὡς τὸν ἴδιον ἐθεάσατο (??). 57 ἐν αὐτῷ πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύνησιν αὐτῷ ἀπεδίδου. ὁ δ᾿ οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ Β ποτὲ ὁ Ἰθακήσιος Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. ἐκεῖ γὰρ συμπόσιον καὶ μνηστῆρες καὶ ἅμιλλα καὶ νεῦρα καὶ τόξον, καὶ ἆθλον τῷ νικήσαντι ἡ σώφρων ἔκειτο Πηνελόπη, καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ’ ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει· ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἦσαν ἄμφω. καὶ 4 γεγόνασιν 9 καὶ μὴ βουλόμενον καὶ δυσχεραίνοντα 10 δεσμώτην κατέθηκεν 24 ἐν αὐτῶ̣ ἐθεάσατο 25 δὲ ἡ θατέρου ἅτερον οὐκ ἐλάνθανε σχέσις, κἂν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. ἔνθεν τοι καὶ μωρὸν αὐτὸν καλέσας ἐπυνθάνετο λέγων „τί ὧδε ποιήσων ἥκεις;” ὁ δ φησιν „ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν.’’ καὶ ὁ πρὸς αὐτόν ἀνέχου μικρὸν καὶ εἴ μου ὁ βασιλεὺς ὑπ ἀκούσει, γνώσῃ μετ’ οὐ πολύ’’. φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος C ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλλογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου βαρβάρους, ὥστε δι’ αὐτῶν ἐξωθῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. ὁ δέ γε Βοτανειάτης ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκὼς ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον· „ἀλλ᾿ εἴ γέ μοι πείθῃ, Νικηφόρε,” φησὶν ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομνηνοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην”. ὁ δὲ δυσανασχετῶν ὅμως ἀπῄει.