Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένονν χρυσόβουλλον λόγον. καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν. ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμμένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος πρὸς τὰς βασιλικὰς ὑπογραφὰς σὺν τῇ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο κρυψίνους ὢν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ παρεληλυθότος θηρᾶσαί τι συνοῖσον, τὸ δέ γε ἐνεστὸς ἀκριβῶς διαγνώναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήσει. ἀνεβάλλετο γὰρ τὴν τοῦ χρυσοβούλλου γραφὴν ὁ Μαγγάνης μετεώρους τὰς ἐλπίδας διδοὺς τῷ Μελισσηνῷ. ἐδεδίει γάρ, μὴ τοῦ χρυσοβούλλου τάχιο ἢ προσῆκε καταπεμφθέντος αὐτῷ, ὃς τὴν τοῦ καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τὸν καίσαρα μὲν ἀποπέμψαιτο, τῆς δὲ βασιλείας ὅλος ἐξέχοιτο, καθάπερ καὶ πρὸς τοὺς Κουμνηνοὺς διαμεμηνυκὼς ἦν, καὶ Β σπουδάσειέ τι θρασύτερον. καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τῷ Μαγγάνῃ περὶ τὴν ἀναβολὴν τοῦ χρυσοβούλλου λόγου τοῦ καίσαρος. τούτων οὕτω τελουμένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάζοντες οἱ πρέσβεις τὸ δρᾶμα σφοδρότερον ἐνέκειντο ἐξαι- 15 πρὸς]εἰς 16 σὺν τῇ F αὐτῇ As 18 τι] τὸ 20 θελήσῃ 23 προσήκει 24 ος A ὃ F ῷ 25 ὅλως 28 τοῦ Μαγγάνη τούμενοι τὸν χρυσόβουλλον λόγον. οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν ἐφ’ ᾧ κατασχεῖν αὐτὴν θεοῦ ἐπαρήγοντος, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότῃ καὶ κυρίῳ ὑμῶν” καὶ τοῦτ’ ἐπειπόντες ὡς εἴ γε κατ’ ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα σοῦ πρὸς ἡμᾶς παραγενομένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε C καὶ κατὰ τὸ ἡμῖν καὶ σοὶ βουλητόν”. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις· τὸν μέντοι Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα τῶν Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης Γιλπράκτου, καὶ εἰ διαγνοίη προθυμούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπε·ρ αὐτοὶ μὲν θεασάμενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύργον ἀνελθὼν θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. ὁ δὲ μάλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὁδοιπορίαν ἀνεδέξατο πρόθυμος ὢν ἀνὴρ ἐς πολεμικὰς πράξεις καὶ πόλεων V. (??) ἐκπορθήσεις, καὶ τοῦτ᾿ αὐτὸ τειχεσιπλήτης αὐτόχρημα εἶπες D ἄν, ὃ περὶ Ἄρεως Ὅμηρος. οἱ δὲ Κομνηνοὶ ὁπλισάμενοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως ·πάνυ καταστησάμενοι βραδεῖ ποδὶ στείχοντες ἰλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. ἑσπέρας οὖν πελάσας τῷ τείχει ὁ Παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβὼν ἄνεισιν ἐπὶ τὸν πύργον μετὰ τῶν ἀμφ’ αὐτόν. οἱ δέ γε ἀμφὶ τὸν Ἀλέξιον τέως μὲν ὀλίγον τι πρὸ τῶν τειχῶν γεγονότες χάρακά τε βάλλονται καὶ στρατοπεδεύουσι λαμπρῶς. καὶ βραχύ τι μέρος ἐπ’ αὐτοῦ τῆς νυκτὸς αὐλισάμενοι τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ τό τε ψιλὸν διατάξαντες βάδην τε προϊόντες P. (??) κατ᾿ αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. καὶ πολέμου σχῆμα διατυπώσαντες ἐσιδηροφόρουν ξύμπαντες, ἕνα τοὺς ἐντὸς καταπλήξαιεν. σύνθημα δὲ ἄνωθεν 3 θεοῦ ἐπαρήγοντος, ἐφ’ ᾦ κατασχεῖν αὐτήν 16 εἰς τὰς 18 ὃ om F Ἄρεος II. 5, 31. 455 20 ἰλαδὸν 23 ὀλίγον As βραχὺ F 26 τῆς νυκτὸς ἐπ᾿ αὐτοῦ δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος συμμίγδην εἰσῄεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ’ ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ᾿ ἣν τὸ μυστικὸν πάσχα θύομεν ἅμα καὶ ἑστιώμεθα, ἐπινεμήσεως τετάρτης ἔτους ϛφπθ΄ μηνὸς Ἀπριλλίου. καὶ οὕτως ἅπαν τὸ στρατόπεδον B ἐκ ξενικῆς τε καὶ ἐγχωρίου δυνάμεως ἔκ τ’ αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθὸς τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν ἐξ ἠπείρου τε καὶ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες ἐν βραχεῖ χρόνῳ εἰσεληλύθασι διὰ τῆς Χαρσίου πύλης ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους περί τε τὰς τριόδους καὶ ἀμφόδους μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνου ἀφιστάμενοι, τὰ δ’ ἄλλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. τὸ δὲ C δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ’ οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἐπὶ τὸ χεῖρον ἀμείψαντες ἀνερυθριάστως καὶ αὐτοί, ἅπερ οἱ βάρβαροι, ἔπραττον.