Ὃθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ P. 39 V. 43 ἐξ οἵου γένους τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ καίσαρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσετ·αι. Μανουὴλ μὲν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου κατηγμένων στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία εἶχεν ἅπασα τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν Β Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους καὶ μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. καὶ μετ’ αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατὰ τοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. ὡς δὲ καὶ ὁ βασιλεὺς Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἔω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο, διαφερόντως ἠγάπα καὶ τοῦ C Ἰσαακίου οὐκ ἔλαττον. καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρὸν ἐνητένιζεν, ἔστιν οὗ καὶ τῆς αὐτῆς τραπέζης ἀξιῶν. ἀνέφλεγε τοῦτο τὸν κατ’ αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ 7 καταγομένων 15 ὁ Νικηφόρος 21 αὐτῆς τῆς καὶ τοῦ Γερμανοῦ. ὁρῶντες γὰρ τὴν τοῦ βασιλέως ἐς αὐτοὺς εὐμένειαν καὶ ὅτι καθ’ ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. τὸν γὰρ Ἀλέξιον, κἀν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἶχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεὺς στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέρας D ἀναδείκνυσι τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίαν ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. ἀλλὰ ταῦτα τοῖς δούλοις οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. οἳ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ’ αὐτῶν, πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινὰ δὲ καὶ εἰς 44 τοὐμφανές, ἄλλα δὲ δι’ ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοὶ δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι’ αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος 40 πάλαι πρὸς αὐτῆς ἐπὶ τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τὠμῷ πατρὶ ἐμφερής. ἀλλ’ ἐπεὶ τὰ περὶ αὐτὸν καλῶς Β προκεχώρηκε, πολλὰ φροντίζων ἦν περὶ τἀδελφοῦ, καὶ ὅσον ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ’ αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασίν, ὡς ἐν καιρῷ μάχης ἀμελεῖν μὲν ἑκέτερον τῶν καθ’ ἑαυτοῦ ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολὰς τὰ στέρνα ὑπέχοντα. τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. C ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούζωγρίας 8 ζωγρίας 9 δούλοις] φθονοῦσιν φθον m 2 in ras) 13 δὲ καὶ 22 τὠμῷ S: τοὐμῶ F 31 ὑπέχοντα Α ὑπέχοντας FC λοντο καὶ τὰς ἀριστείας τε καὶ τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο καὶ αὖ τοὐναντίον. τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαάκίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κατά τινα κυρίαν ἡμέραν καὶ ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέξιον κατὰ τὸν παρακολουθήσαντα περὶ τῶν τοιούτων πάλαι τύπον. ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς x D φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν καὶ μικρὸν ἐγκαρτεροῦντες τῇ βασιλίδι προσήρχοντο. ταῦτα ἐπὶ πλέον τὸν κατ’ αὐτῶν φθόνον ἐξέκαε. τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῖς πάγαις αὐτῶν ἁλόντες οὐδὲ τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι’ οὗ τὸ ἀσφαλὲς θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. πολλοὺς οὖν λογισμοὺς συνάμα τῇ μητρὶ ἀνελίξαντες καὶ πολλὰ πολλάκις διασκεψάμενοι μίαν εὗρον Ρ. κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα. ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι, μὴ τὸ θήραμα προσοβήσωσιν. ἀποδρᾶναι μὲν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μή πως ἐκείνη φθάσῃ τῷ βασιλεῖ παραδηλῶσαι τὰ κατ᾿ αὐτοὺς καὶ ἀμφοτέρων κηδομένη καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. τούτου τοίνυν Β κατεγνωκότες τοῦ σκέμματος ἄλλοσε τρέπουσι τὴν βουλήν. δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.