Τὰ μὲν νυκτὸς ἕργα τοῦ δομεστίκου τῶν σχολῶν σὺν ὀλίγοις τοιαῦτα· ἡμέρας δὲ ἄρτι διαγελώσης καὶ τοῦ ἡλίου τοῦ ὁρίζοντος ὑπερκύψαντος οἱ τοῦ Βασιλακίου φαλαγγάρχαι ἔσπευδον ὅλη γνώμῃ ἐπισυλλέγειν τοὺς περὶ τὴν λείαν ἐσπουδακότας καὶ ἀπολειφθέντας τῆς μάχης. ὁ δὲ μέγας δομέστικος τὸ ἴδιον καταστήσας στράτευμα κατὰ τοῦ Βασιλακίου αὖθις ἵετο. πόρρωθεν δέ τινας αὐτῶν οἱ τοῦ C δομεστίκου θεασάμενοι καὶ κατ’ αὐτῶν σφοδρῶς ἐξορμήσαντες ἐτρέψαντο καί τινας αὐτῷ ζωγρίαν ἐπανεληλυθότες προσῆγον. ὁ δὲ τοῦ Βασιλακίου ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ στράτευμα μέγα φωνῶν ὧδε 3 δὲ s: γὰρ F 21 προὐβάλλετο „τοῦ Βασιλακίου ἡ σήμερον ἐστιν ἡμέρα καὶ νίκη“. εἷς τις Βασίλειος τὴν κλῆσιν Κουρτίκιος τὴν ἐπωνυμίαν, γνωστὸς καὶ συνήθης τοῦ Βρυεννίου ἐκεῖνον Νικηφόρου, περὶ οὗ ὁ λόγος ἐμνήσθη, καὶ τὰ εἰς πολέμους ἀκάθεκτος, τῆς τοῦ Κομνηνοῦ παρατάξεως ἄνεισι πρὸς τὸν λόφον. ὁ δὲ D Βασιλάκιος Μανουὴλ τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος ἡνίας χαλάσας σφοδρῶς κατ’ αὐτοῦ ἴετο· ὁ δὲ Κουρτίκιος οὐ διὰ ξίφους, ἀλλὰ τὴν ἀπῃωρημένην τῇ ἐφεστρίδι ῥάβδον ἐφελκύσας παίει τοῦτον κατὰ τοῦ κράνους καὶ παραχρῆμα καταβάλλει τοῦ ἵππου καὶ δεσμώτην τοῦτον ἐπισυρόμενος καθάπερ τι λάφυρον τὠμῷ πατρὶ προσῆγεν. ἐν τοσούτῳ δὲ καὶ τὸν Κομνηνὸν μετὰ τῶν ἰδίων ἀναφανέντα ταγμάτων τὸ ἐκλειπόμενον τοῦ Βασιλακίου στράτευμα θεασάμενον μικρὸν ἀντισχὸν εἰς φυγὴν ἐξώρμησε. καὶ ὁ μὲν Βασιλάκιος πρόσθεν ἔφευγεν, ὁ δὲ Κομνηνὸς Ἀλέξιος ἐδίωκε. καταλαβόντων δὲ εἰς Θεσσαλονίκην, εὐθὺς οἱ Θεσσαλονικεῖς τὸν Βασιλάκιον ἐδέξαντο τῷ στρατηγῷ ἐπιζυγώσαντες παραχρῆμα τὰς πύλας. ἀλλ' οὐδ᾿ ὣς ἀνῆκεν ὁ ἐμὸς πατὴρ οὐδ’ (??). 22 τὸν θώρακα οὐδὲ τὸ κράνος ἀπέθετο οὐδὲ τὴν ἀσπίδα τῶν ὤμων παρεῖτο οὐδὲ τὸ ξίφος ἀπέρριψεν, ἀλλὰ στρατοπεδεύσας ἠπείλει τειχομαχίας τῇ πόλει καὶ πόρθησιν ἄντικρυς. καὶ ἐθέλων διασῶσαι τὸν ἄνδρα διὰ τοῦ συνεφεπομένου αὐτῷ μοναχοῦ Ἰωαννικίου (ἀνὴρ δὲ οὗτος ἐπ’ ἀρετῇ διαβόητος) περὶ εἰρήνης πρὸς τὸν Βασιλάκιον ἠρώτα, ὥστε τὰς πίστεις λαβόντα, μηδὲν δεινὸν πείσεσθαι, ἐγχειρίζειν αὐτῷ ἑαυτόν τε ὁμοῦ καὶ τὴν πόλιν. καὶ ὁ μὲν Βασιλάκιος ἀπειθὴς ἦν, οἱ δὲ Θεσσαλονικεῖς δέει τοῦ μὴ ἁλῶναι τὴν πόλιν καὶ δεινόν τι παθεῖν παρεχώρουν τῷ Κομνηνῷ τῆς εἰσόδου. ἀλλ’ ὁ Βασιλάκιος αἰσθόμενος τοῦ γινομένου ἀπὸ τοῦ πλήθους ἐπὶ Β τὴν ἀκρόπολιν μεταβαίνει καὶ ἀπὸ ταύτης εἰς ἐκείνην ἐφάλλεται. καὶ οὐδ’ ὡς ἐπιλανθάνεται πολέμου καὶ μάχης, καίτοι τοῦ δομεστίκου πίστεις αὐτῷ διδόντος μηδέν τι παθεῖν 19 τὸν add. s ἀνήκεστον. ἀλλ’ ὡρᾶτό γε ὁ Βασιλάκιος καὶ ἐν τοῖς δεινοῖς καὶ ἐν οἷς ἐστενοχωρεῖτο λίαν ἀνήρ. οὐδὲ γὰρ ὑφεῖναί τι τοῦ ἀνδρώδους καὶ τοῦ γενναῖον ἠβούλετο, ἕως ἐκεῖθεν αὐτὸν οἱ τῆς ἀκροπόλεως οἰκήτορες καὶ φύλακες ἐξελάσαντες ἅπαντες ἄκοντα καὶ βίᾳ τοῦτον τῷ μεγάλῳ δομεστίκῳ παρέδωκαν. εὐθὺς δὲ πρὸς τὸν βασιλέα τὴν τούτου ἅλωσιν διαμεμηνυκὼς αὐτὸς ἐπ’ ὀλίγον τῇ Θεσσαλονίκῃ ἐγκαρτερήσας καὶ τὰ ἐν αὐτῇ καταστησάμενος λαμπρὸς στεφανίτης ἐπανῄει. οἱ C δὲ πρὸς τοῦ βασιλέως πεμφθέντες μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως τὠμῷ πατρὶ συναντήσαντες τὰς περὶ αὐτοῦ ἐγγράφους προστάξεις βασιλικὰς αὐτῷ ἐγχειρίσαντες, παραλαβόντες τὸν Βασιλάκιον περί τι χωρίον Χλεμπίναν καλούμενον ἀπαγαγόντες ἐγγὺς τῆς ἐν αὐτῷ πηγῆς τοὺς ὀφθαλμοὺς V 2 αὐτοῦ ἐξορύττουσιν· ἐξ οὑ καὶ μέχρι τῆς δεῦρο ἡ πηγὴ Βασιλακίον κέκληται. τοῦτο τρίτον ἆθλον πρό γε τῆς βασιλείας καθάπερ τινὶ Ἡρακλεῖ τῷ μεγάλῳ Ἀλεξίῳ γεγένητο. ἂν γάρ τις Ἐρυμάνθιον κάπρον τὸν Βασιλάκιον τοῦτον καλέσειεν, Ἡρακλέα δέ τινα καθ’ ἡμᾶς γενναιότατον τὸν ἐμὸν D πατέρα Ἀλέξιον, οὐκ ἂν ἁμάρτοι τὸ τῆς ἀληθείας. ταῦτα μὲν ἔστω πλεονεκτήματα καὶ πρὸ τοῦ θρόνου κατορθώματα τῷ Κομνηνῷ Ἀλεξίῳ, ὧν ἁπάντων γέρας ἀπέλαβε τοῦ αὐτοκράτορος τὴν τοῦ σεβαστοῦ ἀξίαν σεβαστός ἀναρρηθεὶς ἐκ μέσης συγκλήτου.