Οὐκ εἰς μάτην, καθάπερ εἰρήκειμεν, ἡ μαντεία τοὐμοῦ πατρὸς Ἀλεξίου. ἐπῆλθε γὰρ τῷ προσδοκωμένῳ στρατοπέδῳ ἀθρόον ὁ Βασιλάκιος σὺν ἱππεῦσί τε καὶ πεζοῖς 18 τε om. F 19 τοῖς ἐκεῖθι F 25 πανταχόθεν λαμπαδουχουμένην s: λαμπαδοχουμένην F 29 μάτην δέ Α 30 Ἀλεξίου ἐγεγόνει Α μυρίανδρον στρατιὰν ἐπαγόμενος καὶ τὰς μὲν κλισίας ἐφεῦρεν ἑκασταχοῦ ἀναλαμπούσας πυρί, ἐξαστράπτουσαν δὲ καὶ τὴν τοῦ στρατηγοῦ σκηνὴν θεασάμενος ὡς εἶχε ῥύμης εἰς ταύτην εἰσεληλύθει πολυτάρακτόν τι καὶ θορυβῶδες βοῶν. ὡς δ’ οὐκ ἦν οὐδαμοῦ ὁ προσδοκώμενος οὐδέ τις ἀνέπτη στρατιώτης ἐκεῖθεν τὸ παράπαν ἢ στρατηγός, εἰ τινες καταλελειμμένοι τῶν θητευόντων εὐκαταφρόνητοι, ἔτι Β μᾶλλον ἐβόα καὶ ἐκεκράγει ποῦ ποτέ ἐστιν ὁ τραυλός;” οὑτωσὶ καὶ τοῖς ῥήμασιν εἰς τὸν μέγαν δομέστικον ἀποσκώπτων. ἦν γὰρ τἆλλα μὲν οὗτος ὁ ἐμὸς πατὴρ Ἀλέξιος εὔστομος καὶ οὐδεὶς οὕτω ῥήτωρ ἦν αὐτοφυὴς ἔν τε ἐνθυμήμασι καὶ ἐπιχειρήμασι, μόνον δὲ κατὰ τὸν φθόγγον τοῦ ῥῶ ὑπωλίσθαινέ τε μετρίως καὶ ἀσυμφανῶς διώκλα ἡ γλῶττα, καίτοι κατὰ τἆλλα στοιχεῖα τὸν ῥοῦν ἀκάθεκτον ἔχουσα. ἀλλ’ ὁ μὲν οὕτως ὀνειδίζων ἐβόα καὶ διηρευνᾶτο καὶ ἀνέτρεπε πάντα καὶ κιβώτια καὶ σκίμποδας καὶ σκεύη καὶ αὐτὴν δὴ τὴν τοὐμοῦ πατρὸς κλίνην, μή πως ὁ στρατηγὸς ἔν τινι C τούτων κέκρυπτο. καὶ θαμὰ πρός τε τὸν μοναχὸν οὕτω καλούμενον Ἰωαννίκιον ἐνέβλεπε· καὶ γὰρ διὰ σπουδῆς ἐπεποίητο ποίητο ἡ μήτηρ ἐν ἁπάσαις ταῖς αὐτοῦ ἐκστρατείαις ὁμόσκηνον ἔχειν τῶν τιμιωτέρων τινὰ μοναχὸν, καὶ ὁ εὔνους οὗτος υἱὸς ὑπεῖκε τῷ μητρικῷ θελήματι οὐ τὰ ἐν βρέφει μόνον, ἀλλὰ καὶ ἐς μείρακας παραγγείλας καὶ μέχρις ἂν γυναικὶ συνηρμόσθη· καὶ τὰ τῆς σκηνῆς ἅπαντα ἱ Βασιλάκιος διηρευνᾶτο καί, τοῦτο δὴ τὸ τοῦ Ἀριστοφάνους, ἐρεβοδιφῶν οὐκ ἀνίει πυνθανόμενος ἅμα καὶ τὸν Ἰωαννίκιον περὶ τοῦ δομεστίκου. D τοῦ δὲ πρὸ ὥρας ἐξιέναι ξὺν παντὶ τῷ στρατεύματι διισχυριζομένου, γνοὺς ὅτι πολὺν τὸν πλάνον ὑπέμεινε καὶ τοῖς ἅπασιν ἀπειπάμενος ἄλλας ἐκ ἄλλων φωνὰς μεταμείβων ἐβόα ἄνδρες συστρατιῶται, ἠπατήμεθα· ὁ πόλεμος ἐξωθεν”. οὔπω τέλος ἔσχεν ὁ λόγος αὐτῷ, καὶ ἐξιοῦσι τοῦ στρατοπέδου 1 ἐφευρὼν 4 πολυτάραχόν τι Α τε F 12 ῥῶ ὡς F 13 διέκλα Hoeschelius διώκλαζε G. Dindorfius 25 nub. 29 ἐξ r: ἐκ (??). 20 ἐφίσταται τούτοις ὁ ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος προπηδήσας P. 20 τῆς στρατιᾶς σὺν ὀλίγοις τισὶ μετὰ σφοδρότητος. καί τινα εἰς συνιστῶντα συνιστῶντα τὰς φάλαγγας θεασάμενος (καὶ γὰρ οἱ πλείους τῶν στρατιωτῶν τῶν ἀμφὶ τὸν Βασιλάκιον εἰς τὴν λείαν ἑαυτοὺς ἐπιδεδωκότες καὶ τὰ λάφυρα — τοῦτο γὰρ καὶ πάλαι τὠμῷ πατρὶ ἐμεμηχάνητο — οὔπω ἔφθησαν συνελθεῖν καὶ εἰς παράταξιν καταστῆναι, καὶ ἐπέστη αὐτοῖς ἀθρόον κακὸν ὁ μέγας δομέστικος), ἰδὼν δὲ τὸν καθιστῶντα τὰς φάλαγγας καὶ νομίσας εἵτε ἀπὸ τοῦ μεγέθους εἵτε ἀπὸ τῆς τῶν ὅπλων λαμπρότητος (καὶ γὰρ ἀντέστιλβε τούτῳ τὰ ὅπλα πρὸς τὴν ἀστρῴαν βολήν), ἐκεῖνον εἶναι τοῦτον τὸν Β Βασιλάκιον, συναντήσας αὐτῷ γοργῶς παίει κατὰ τῆς χειρός· ἣ δ’ εὐθὺς μετὰ τοῦ ξίφους εἰς γῆν ἔρριπτο, ὅπερ μεγάλως τὴν φάλαγγα συνετάραξεν. οὐ μὴν ὁ Βασιλάκιος ἦν, ἀλλά τις τῶν περὶ τὸν Βασιλάκιον γενναιότατος οὐδὲν τοῦ Βασιλακίου ὅσον γε τὰ εἰς ἀνδρείαν λειπόμενος. βαρὺς οὖν τοῦ λοιποῦ κατ’ αὐτῶν κυλινδούμενος καὶ τοξεύμασι βάλλων καὶ δόρατι τιτρώσκων καὶ ἀλαλαγμοῖς ἐμβοῶν καὶ νυκτὶ συγχέων καὶ πάντα καὶ τόπον καὶ χρόνον καὶ ὄργανον εἰς νίκην λαμβάνων καὶ τούτοις προσφυῶς ἀποχρώμενος ἀκλονήτῳ φρονήματι C καὶ ἀσυγχύτῳ τῇ διανοίᾳ καὶ ἄλλον ἄλλοσε φεύγοντα προλαμβάνων πάντα διέκρινε καὶ τὸν ἐχθρὸν καὶ τὸν φίλιον. ἀλλὰ καί τις ἀνὴρ Καππαδόκης Γούλης τὸ ἐπώνυμον, εὔνους θεράπων τοὐμοῦ πατρός, τὴν χεῖρα γενναῖος, τὸν θυμὸν ἐς πολέμους ἀκάθεκτος, τὸν Βασιλάκιον θεασάμενος καὶ ἀκριβῶς ἐγνωκὼς παίει κατὰ τῆς κόρυθος. ἀλλὰ τὸ τοῦ Μενέλεω πρὸς τὸν Ἀλέξανδρον πέπονθε. τὸ γὰρ ξίφος αὐτοῦ τριχθά τε καὶ τετραχθὰ διατρυφθὲν ἐξέπεσε τῆς χειρός, τῆς λαβῆς καταλειφθείσης ἐν τῇ χειρί. ὃν ὁ στρατηγὸς θεασάμενος εὐθὺς διελοιδορεῖτο, ὅτι μὴ κατάσχοι τὸ ξίφος, καὶ ἄνανδρον D ἀπεκάλει τοῦτον. ἀλλ’ ὁ στρατιώτης τὴν καταλειφθεῖσαν τοῦ ξίφους λαβὴν παραδεικνὺς πραότερον ἐποίει τὸν μέγαν δοτὠμῷ 6 s: τοὐμῶ F 15 τῶν Α om. F 22 φιλον F φίλον μέστικον. καί τις δ’ ἄλλος Μακεδών, Πέτρος τὴν κλῆσιν Τορνίκιος τὴν ἐπωνυμίαν, μέσον τῶν πολεμίων ἐμπεσὼν πολλοὺς τούτων ἀνῄρει. ἡ δὲ φάλαγξ εἵπετο ἀγνοοῦσα τὰ δρώμενα· ἐν σκότει γὰρ τῆς μάχης καθισταμένης οὐχ οἶοί τε ἦσαν ἅπαντες τὰ γινόμενα ὁρᾶν. ὁ δὲ Κομνηνὸς ἐπὶ τὸ μήπω διασπασθὲν τῆς φάλαγγος ἵετο παίων τοὺς ἀντικαθισταμένους καὶ ἀνθυποστρέφων αὖθις εἰς τοὺς ἰδίους, σπεύδων καὶ τὸ ἔτι συνιστάμενον τῆς τοῦ Βασιλακίου παραλῦσαι Ρ. 21 φάλαγγος καὶ διαπεμπόμενος εἰς τοὺς ὄπισθεν καὶ παρακελευόμενος μὴ μέλλειν, ἀλλ’ ἕπεσθαί οἱ καὶ καταλαμβάνειν ταχύτερον. ἐν τοσούτῳ δὲ ἀνήρ τις Κελτὸς τῶν ἀμφὶ τὸν δομέστικον, ἵν᾿ ἐν βραχεῖ τὰ πάντα διηγήσωμαι, γενναῖος στρατιώτης καὶ Ἄρεως ὅλος ἔμπλεως τὸν ἐμὸν πατέρα ἰδὼν μεσόθεν τῶν πολεμίων ἄρτι ἐξιόντα ἐσπασμένον τὸ ξίφος θερμὸν ἀπὸ τοῦ αἵματος ἀναπέμπον ἀτμὸν καὶ τῶν πολεμίων νομίσας ἕνα ἀθρόον αὐτῷ ἐμπεσὼν παίει τῷ δόρατι περὶ τὸ στέρνον καὶ τάχα ἂν ἕξεδρον τὸν στρατηγὸν ἐπεποιήκει, εἰ μὴ αὐτὸς ἅμα τε πρὸς τὸ ἑδραιότερον ἑαυτὸν ἐφηδράσατο καὶ ὀνομαστὶ τοῦτον ἐκάλεσεν ἀποκόψειν ἀπειλησάμενος Β διὰ τοῦ ξίφους παραχρῆμα τὴν κεφαλήν. ὁ δέ, ἐπειδή πως V. 2 τὸν ἀγνοοῦντα προὐβάλετο καὶ τὴν νύκτα καὶ τὸ συγκεχύσθαι περὶ τὴν μάχην, μετὰ τῶν ζώντων ἠρίθμητο.