Τὰ μὲν οὖν κατὰ τὸν Βρυέννιον οὕτω διήνυστο. ὁ Ρ. 17 δὲ μέγας δομέστικος 'Aλέξιος καὶ ἐμὸς πατὴρ οὐκ ἀτρεμήσειν, ἀλλ’ ἐξ ἀγώνων εἰς ἀγῶνας μεταχωρεῖν. ὁ γὰρ Βορῖλος τῶν ἀμφὶ τὸν Βοτανειάτην οἰκειότατος βάρβαρος ἐξελθὼν τῆς πόλεως καὶ ὑπαντήσας τῷ μεγάλῳ δομεστίκῳ καὶ ἐμῷ πατρὶ τὸν Βρυέννιον ἐκ τῶν χειρῶν αὐτοῦ παραλαβὼν ἔδρασεν ὅ τι δὴ καὶ ἔδρασεν· ἐπισκήπτει δὲ παρὰ τοῦ βασιλέως τῷ ἐμῷ πατρὶ χωρεῖν ὡς ἐπὶ τὸν Βασιλάκιον ἤδη καὶ τοῦτον βασιλείας περιθέμενον διάδημα καὶ τὴν ἑσπέραν μετά γε τὸν Βρυέννιον ἀκατασχέτως κυμαίνοντα. ὁ τοι Βασιλάκιος οὗτος ἀνὴρ μὲν ἦν τῶν πάνυ θαυμαζομένων Β ἐπ’ ἀνδρείᾳ τε καὶ θυμῷ καὶ τόλμῃ καὶ ῥώμῃ· ἄλλως δὲ ἄνθρωπος τυραννικὴν ψυχὴν ἔχων ἐφεῖλκεν εἰς ἑαυτὸν τὰς V. 18 ὑπερηφάνους τιμὰς καὶ ἀναρρήσεις τὰς μὲν ἐπενοεῖτο, τὰς δὲ προσέταττε. τοῦ γὰρ Βρυεννίου καθαιρεθέντος οὗτος καθάπερ ἐκείνου διάδοχος γεγονὼς τὴν πᾶσαν εἰς ἑαυτὸν ἀνεδέξατο τῆς τυραννίδος ὑπόθεσιν. καὶ ἀπὸ τῆς Ἐπιδάμνου ἀρξάμενος μητρόπολις δὲ αὕτη προκαθημένῃ τοῦ Ἰλλυρικοῦ) μέχρι τῆς τῶν Θετταλῶν πόλεως ἧκε πάντα καταστρεψάμενος αὐτὸς ἑαυτὸν καὶ χειροτονήσας εἰς βασιλέα καὶ εὐφημήσας καὶ τὸν πλάνητα τούτου στρατὸν ὅποι καὶ βούλοιτο μεταφέρων. C φέρων. ἦν γὰρ καὶ ἄλλως μὲν θαυμαζόμενος ὁ ἀνὴρ τε μεγέθει σώματος καὶ κράτει βραχιόνων καὶ προσώπου σεμνότητι, οἷς μᾶλλον ἁλίσκεται τὸ ἀγροικικὸν τοῦτο καὶ στρατιωτικὸν ἔθνος. οὐ γὰρ διορᾷ εἰς ψυχὴν οὐδ’ ἐνατενίζει πρὸς ἀρετήν, ἀλλὰ μέχρι τῶν τοῦ σώματος ἀρετῶν ἵσταται 17 ἠν μὲν F τόλμαν καὶ ῥώμην καὶ δρόμον καὶ μέγεθος θαυμάζον καὶ ταῦτα κρῖνον ἄξια ἁλουργίδος καὶ διαδήματος. ὁ δὲ καὶ ταῦτα ἔχων οὐκ ἀγεννῆ , καὶ τὴν ψυχὴν εἶχεν ἀνδρείαν καὶ ἀκατάπληκτον· καὶ ὅλως οὗτος ὁ Βασιλάκιος τυραννικόν τι καὶ ἔπνει καὶ ἔβλεπε. φθέγμα τε γὰρ αὐτῷ βροντῶδες καὶ οἷον· καταπλῆξαι στρατιὰν ὅλην καὶ ἐμβόημα ἱκανὸν συστεῖλαι ψυχῆς θράσος. καὶ ἄμαχος ἐν λόγοις ἐπίσης ἐπιχειρῶν ἐπᾶραί D τε καὶ συστεῖλαι τὸν στρατιώτην εἰς πόλεμον καὶ φυγήν. μετὰ τοιούτων πλεονεκτημάτων στρατευόμενος ὁ ἀνὴρ καὶ περὶ αὐτὸν συλλεξάμενος ἄμαχον στρατιὰν τὴν Θετταλῶν πόλιν καταλαμβάνει , καθάπερ ἔφημεν. ὁ δέ γε ἐμὸς πατὴρ ὁ Κομνηνὸς Ἀλέξιος ὡς πρὸς Τυφῶνα μέγαν ἢ Γίγαντα ἀντιπαραταξάμενος καὶ πᾶσαν ἑαυτῷ ἀνεγείρας στρατηγικὴν μηχανὴν καὶ φρόνημα γενναῖον ὡς πρὸς ἀντίπαλον ἀξιόμαχον παρεσκεύαστο. καὶ μήπω τὸν ἐκ τῶν προτέρων P. 18 ἄθλων κονιορτὸν ἀποτιναξάμενος μηδὲ τὸν λύθρον τοῦ ξίφους καὶ τῶν χειρῶν ἀποπλυνάμενος ὥσπερ λέων ἐχώρει βλοσυρὸς πρὸς τὸν χαυλιόδοντα τοῦτον σῦν Βασιλάκιον τὸν θυμὸν αὐτοῦ ἀνεγείρας. καὶ καταλαμβάνει δῆτα τὸν ποταμὸν Βαρδάριον· οὕτω γὰρ ἐγχωρίως αὐτὸν ὀνομάζουσι· ῥεῖ μὲν γὰρ ἄνωθεν ἀπὸ τῶν ἐγγύθεν τῆς Μυσίας ὀρῶν, παραμείβων δὲ πολλοὺς μεταξὺ τόπους καὶ διορίζων πρός τε τὴν ἕω καὶ τὴν ἑσπέραν τά τε Βερροίᾳ καὶ τὰ Θεσσαλονίκῃ προσήκοντα ἐκδίδωσιν εἰς τὴν καθ’ ἡμᾶς καὶ νοτίαν θάλσσαν. πάσχουσι δὲ οἱ μέγιστοι τῶν ποταμῶν τοιοῦτόν Β τι. ἐπειδὰν διὰ τῆς προσχώσεως ἀνάστημα τι ἀξιόλογον ἐπιφορήσωσι γῆς, τότε δὴ ἐπὶ τὰ κατάρροπα ῥέουσιν ὥσπερ δὴ μεταμείβοντες τὰς πρώτας κοίτας αὐτῶν καὶ τὴν μὲν παλαιὰν καταλείπουσι πάροδον διάκενον ὑγροῦ καὶ χηρεύουσαν ὕδατος, ἣν δὲ νῦν διοδεύουσιν, ἐμπιπλῶσι ῥευμάτων πολλῶν. τούτων οὖν τῶν δυεῖν παρόδων, τῆς τε παλαιᾶς χαράδρας καὶ τῆς ἄρτι γενομένης πορείας, τὸ μεταξὺ θεασάμενος 19 αὑτοῦ 20 βαρδάριον Α βαρδ αρ F Βαρδάρον ὀνομάξουσιν 23 τὰ ante Θ. om. στρατηγικώτατος οὗτος Ἀλέξιος καὶ ἐμὸς πατὴρ καὶ τὸν μὲν ὁλκὸν τοῦ ποταμοῦ ὡς ἀσφάλειαν θέμενος ἐκ θατέρου, τῇ C δὲ παλαιᾷ διόδῳ ἤδη φάραγγι γεγονυίᾳ ἐκ τῆς τοὺ ἐπιρροίας καθάπερ αὐτοφυεῖ ἀποχρησάμενος διώρυχι ἐστρατοπέδευσεν, οὐ πλεῖον τῶν δυεῖν ἢ τριῶν σταδίων ἀλλήλων ἀποδιεστηκότων. καὶ εὐθὺς ἐν παραγγελίᾳ πάντες ἦσαν, ἡμέρας μὲν ἀναπαύσασθαι καὶ παραμυθῆσαι ὕπνῳ τὸ σῶμα καὶ τοῖς ἵπποις τροφὴν δοῦναι τὴν ἀρκοῦσαν· μέλλουσι γὰρ τῆς ἑσπέρας καταλαβούσης ἀγρυπνῆσαι τε καὶ ἐλπίζειν ἀδόκητόν τι παρὰ τῶν πολεμίων ἐπισυμβῆναι. ταῦτα δέ, οἶμαι, διῳκονόμητο ὁ ἐμὸς πατὴρ κίνδυνον ὑφορώμενος κατὰ τὴν D ἑσπέραν ἐκείνην παρὰ τῶν πολεμίων. ἐπιθήσεσθαι γὰρ ἑαυτῷ V. 19 τούτους ἤλπιζεν εἴτ᾿ ἐκ πολυπειρίας τοῦτο προμαντευόμενος εἴτε ἄλλως εἰκάσας. οὐ μὴν τὰ τῆς προφητείας αὐτῷ εἰς μακρὰν ἐληλύθει οὐδὲ προέγνω μέν, οὐ τὸ δέον δὲ διῳκήσατο, ἀλλ’ ἀπάρας τῆς τούτου σκηνῆς ἅμα τοῖς ἀμφ’ αὐτὸν στρατιώταις σὺν ὅπλοις καὶ ἵπποις καὶ πᾶσι τοῖς πρὸς μάχην ἐπιτηδείοις ἀπέστη μὲν τῆς σκηνῆς λαμπάδας τε καταλελοιπὼς ἐκεῖθι πανταχόθεν φαινούσας καί τινα τῶν ἀμφ’ αὐτὸν οἰκεῖον Ἰωαννίκιον πάλαι τὸν μοναχικὸν ἑλόμενον βίον τὴν σκηνὴν καταπιστεύσας καὶ ὅσα ἐπεφέρετο εἴς τε τράπεζαν χρειώδη καὶ τὴν ἄλλην παρασκευήν · αὐτὸς δὲ πορρωτάτω ἀπιὼν ἐκάθητο μετὰ τῆς ἐνόπλου στρατιᾶς τὸ μέλλον καραδοκῶν, τοῦτο τεχναζόμενος, ἵν᾿ ὁ Βασιλάκιος ἀνημμένας ἁπανταχόθεν πυρκαιὰς ἰδὼν καὶ λαμπαδουχουμένην τὴν τοὐμοῦ πατρὸς σκηνὴν οἰήσαιτο ἐκεῖθι τοῦτον εἶναι Ρ. 19 διαναπαυόμενον, ὡς ἐντεῦθεν ἐκείνῳ τοῦτον ἁλώσιμον εἶναι καὶ ὑποχείριον.