Εἶτα ἡ τύχη ξυνέβαλε καί τι τοιοῦτον. ἀπόμοιρα τις ἐκ τῆς συμμαχίας τῶν Τούρκων καταλαμβάνει τὸν δομέστικον τῶν σχολῶν Ἀλέξιον καὶ ὡς καθειστήκει τὰ τοῦ πολέμου, (??) 14 μαθόντες καὶ τοὺς πολεμίους, ὅπου καὶ εἶεν, ἐπιζητή- σαντες ἐπὶ λόφου τινὸς συνεληλυθότες τῷ Κομνηνῷ Ἀλεξίῳ καὶ ἐμῷ πατρὶ ἐκείνου δεικνύντος τῇ χειρὶ τὴν στρατιὰν ἐθεῶντο τούτους ὥσπερ ἀπό τινος σκοπιᾶς. εἶχε δὲ ὧδε τὰ κατ’ αὐτούς. συγκεχυμένοι τε γὰρ ἦσαν μήπω συντάξαντες ἑαυτοὺς καὶ ὡς τὴν νίκην ἤδη ἀράμενοι καταφρονητικῶς εἶχον καὶ ἔξω κινδύνων ἑαυτοὺς ᾤοντο· μάλιστα δὲ ἀναπεπτώκεισαν τῶν τῷ ἐμῷ πατρὶ ξυνεπομένων Φράγγων προσκεχωρηκότων τῷ Βρυεννίῳ διὰ τὴν προγεγενημένην τροπήν. Β καὶ γὰρ τῶν ἵππων ἀποβεβηκότων τῶν Φράγγων καὶ δεξιὰς διδόντων αὐτῷ, καθάπερ δὴ πάτριόν ἐστι διδόναι τὰς πίστεις, ἄλλος ἀλλαχόθεν πρὸς τούτους ξυνέρρεον θεασόμενοι τὸ γινόμενον. διεσάλπιζε γὰρ ἡ φήμη τὸ στράτευμα, ὡς ἄρα καὶ οἱ Φράγγοι τούτοις προσέθεντο τὸν ἀρχιστράτηγον καταλελοιπότες Ἀλέξιον. οὕτω δῆτα συγκεχυμένως ἔχοντας τούτους οἱ ἀμφὶ τὸν ἐμὸν πατέρα καὶ τοὺς νεήλυδας Τούρκους θεασάμενοι εἰς τρεῖς μοίρας ἑαυτοὺς διενείμαντο καὶ τὰς μὲν δύο ἐλλοχεῖν αὐτοῦ που διέταττον, τὴν δὲ τρίτην μερίδα χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐκέλευον. καὶ τὸ ξύμπαν τῆς C τοιαύτης διαταγῆς ἐς τὸν ἐμὸν πατέρα Ἀλέξιον ἀνεφέρετο. οἱ μέντοι Τοῦρκοι οὐ κατὰ φάλαγγα συντεταγμένως ἐπῄεσαν ἅμα πάντες, ἀλλὰ μεμερισμένως καὶ ἀπ’ ἀλλήλων κατά 28 τρίττην F 32 καὶ om κατά τινας ὁμίλους ἀπ’ ἀλλήλων ὁμίλους διεστηκότες ἑκασταχοῦ · εἶτα προσβάλλειν ἑκάστην ἕλην τοὺς ἵππους ἐπὶ τούτους ἐλαύνοντας καὶ πυκνοῖς ἀποχρῆσθαι τοξεύμασι. συνείπετο δὲ τούτοις καὶ ὁ τὴν ὅλην στρατηγίαν ἀναδησάμενος ἐμὸς πατὴρ Ἀλέξιος συλλέξας ἀπὸ τῶν σκεδασθέντων ὅσους ὁ καιρὸς ὑπηγόρευε στρατιώτας. ἐνταῦθά τις τῶν ἀμφὶ τὸν Ἀλέξιον ἀθανάτων θρασύσπλαγχνός V. 1 τις ὢν καὶ τολμητίας προεξελάσας τὸν ἵππον καὶ ἄλλων προεκδραμὼν ἄντικρυς κατὰ τοῦ Βρυεννίου ὅλους D χαλάσας ῥυτῆρας ἐφέρετο. καὶ αὐτὸς μὲν τὸ δόρυ μάλα σφοδρῶς ἐρείδει κατὰ τῶν στέρνων ἐκείνου, ὁ δὲ γοργῶς τοῦ κουλεοῦ τὸ ξίφος ἑλκύσας μήπω φθάσαντος τοῦ κραταιότερον ἐρεισθῆναι τοῦτό τε ἀπέκοψεν αὐτίκα καὶ τὸν τρώσαντα κατὰ τῆς κλειδὸς πλήξας ὅλῳ βραχίονι κατενεγκὼν τὴν πληγὴν ἅμα τὴν χεῖρα πᾶσαν ἐξέτεμεν αὐτῷ θώρακι. οἱ μὲν οὖν Τοῦρκοι ἄλλος ἐπ’ ἄλλῳ καταλαμβάνοντες τοῖς συνεχέσι βέλεσι τὸ στράτευμα κατεσκίαζον. οἱ δέ γε περὶ τὸν Βρυέννιον ἐπλήγησαν μὲν τῷ αἰφνιδίῳ, ὅμως συλλέξαντες ἑαυτοὺς καὶ εἰς τάξεις καταστησάμενοι τὸ τοῦ πολέμου Ρ. 1 βάρος ἐδέξαντο ἄλλος ἄλλον παρακαλοῦντες ἀνδρίζεσθαι. οἱ μέντοι Τοῦρκοι καὶ ὁ ἐμὸς πατὴρ βραχύ τι πρὸς τοὺς πολεμίους ἀντικαταστάντες ἑξῆς φεύγειν ἐσχηματίζοντο κατ᾿ ὀλίγον ἐφέλκοντες εἰς τὰς ἐνέδρας τοὺς πολεμίους καὶ τεχνικῶς ὑποσύροντες. ἐπεὶ δὲ κατὰ τὴν πρώτην γεγόνασιν ἐνέδραν, ἐξ ὑποστροφῆς κατὰ μέτωπον τούτοις εἱστήκεσαν. καὶ συνθήματός τινος γεγονότος εὐθὺς καθάπερ σφηκιαί τινες ἄλλος ἀλλαχόθεν διεξιππάζοντο τῶν ἐλλοχιζόντων καὶ ἀλαλαγμῷ πολλῷ καὶ βοῇ καὶ τοῖς ἐπαλλήλοις τοξεύμασι τά τε ὦτα κατάκροτα τῶν ἀμφὶ τὸν Βρυέννιον ἐποιήσαντο καὶ τὰ ὄμματα ξυνεζόφωσαν τῇ πυκνότητι τῶν βελῶν ἁπανταχόθεν διεκπιπτόντων. B πιπτόντων. ἐνταῦθα δὲ μὴ ἀντιστῆναι δυνάμενον τὸ τοῦ Βρυεννίου στράτευμα (ἤδη γὰρ πᾶς κατετέτρωτο καὶ καἰ ἄνθρωπος) πρὸς τροπὴν ἀπέκλινε τὴν σημαίαν καὶ τὸν 3 τοξεύμασιν 7 τοῖς ἄλλοις F1 28 ὄμματα Α σώματα F νῶτον παίειν παρέσχε τοῖς ἐναντίοις. ἀλλ’ ὅ γε Βρυέννιος καίτοι πολλὰ βαρυνόμενος ὑπὸ τοῦ πολέμου καὶ σὺν βίᾳ ὠθούμενος ἐδείκνυ τὸ ἀνδρεῖον καὶ εὔψυχον ἀεὶ μὲν ἐπιστροφάδην τύπτων τὸν ἐπιόντα, ἀεὶ δὲ τὰ τῆς φυγῆς καλῶς καὶ ἀνδρείως διοικονομούμενος. συνήραντο δὲ τούτῳ καὶ ὁ ἀδελφὸς ἐξ ἑκατέρου μέρους καὶ ὁ υἱὸς καὶ κατ’ ἐκεῖνο καιροῦ C θαῦμα τοῖς πολεμίοις ἐδείχθησαν ἡρωϊκῶς ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν (ἐγγὺς γὰρ ἦν τοὺς ἐπαλλήλους δρόμους) ἀνασειράσας τοῦτον ὁ Βρυἐννιος καθάπερ τις ἀθλητὴς γενναῖος εἱστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. ὧν ὁ μὲν εἷς παίει τῷ δόρατι, ἀλλ’ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγὴν καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς τἀνδρὸς βαρυτέραν. φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἐξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας καθάπερ τις D πάρδαλις ἥλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου ἐναρμόσας ἑαυτὸν ἐπὶ τῆς ὀσφύος. καὶ ὁ μὲν εἴχετο τούτου ἀπρὶξ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, ὁ δὲ καθόπερ θηρίον ἐπιστρέψας ἑαυτὸν ἐκκεντεῖν διὰ τοῦ ξίφους ἐβούλετο. οὐ μέντοι κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τι τοῦ κατὰ νῶτον Τούρκου λυγιζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος. ἐπεὶ δὲ καὶ ἡ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής , ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἳ καὶ συλλαβόμενοι τοῦτον καὶ ὥσπερ μέγα κῦδος ἀράμενοι κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ οὐ πάνυ μέν τοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τάς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγγας (??). 17 καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ πρότερον μὲν διά (??). 16 τινων κηρύκων τὴν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ θέαμα ὄντως φοβερὸν 18 ἥλατο Diesterwegius: ἥλλατο FA 22 τι Α τοι 28 μέν τοι r: μέντοι καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω μὲν οὖν τὸν Βρυέννιον εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος δορύκτητον τῷ βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ μηδέν τι λυμηνάμενος αὐτοῦ τὰ ὄμματα ὅλως ὁ ἀνήρ. οὐ γὰρ ἦν τοιοῦτος ὁ Κομνηνός, ὥστε μετὰ τὴν ἅλωσιν ἐπεξέρχεσθαι τοῖς ἐπ’ αὐτὸν καταστᾶσιν, ἀλλ’ εἰς τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολέμιον ἅλωσιν · τὰ δ’ ἐντεῦθεν φιλανθρωπίαι τε καὶ φιλοφροσύναι καὶ φιλοτιμία πολλή. ὅπερ κἀν τῷ Βρυεννίῳ ἐνεδείξατο. καὶ Β γὰρ ἱκανὸν αὐτῷ μετὰ τὴν ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν τὸν * οὕτω καλούμενον τόπον κατέλαβεν ἀνακτήσασθαι τῆς λύπης χρησταῖς ἐλπίσι τὸν ἄνδρα βουληθεὶς πρὸς αὐτὸν ἔφη ἀποβάντες τῶν ἵππων καθεζώμεθα μικρὸν ἑαυτοὺς διαναπαύσοντες”. ὁ δὲ τὸν περὶ ψυχῆς δεδιὼς κίνδυνον μεμηνόσιν ἐῴκει καὶ οὔ γε ῥᾳστώνης ἐν χρείᾳ ἦν. πῶς γὰρ ὁ καὶ αὐτὴν ἀπολεγόμενος τὴν ζωήν; ἀλλ’ ὅμως τῷ στρατηγοῦ εὐθὺς ὑπετάγη βουλήματι. τοιοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὸ ἐπιταττόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ C δορυάλωτον ἄγοιτο. ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων, ὁ μὲν ἔνθεν ὡς ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ’ ὁ Βρυέννιος ῥίζης ὕπερθεν ὑψικόμου δρυὸς τὴν κεφαλὴν ἀνέχων. κἀκεῖνος μὲν ἐκάθευδε, τὸν δ᾿ οὐκ εἶχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ τῆς γλυκείας ποιήσεως, ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ ἀπῃωρημένον τοῖς πτόρθοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας ἑαυτὸν κρείττονος λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα βουλεύεται. καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις ἄνωθεν D θεία τοῦτον διεκώλυσε δύναμις τὸ ἄγριον τοῦ θυμοῦ ἐξημερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν παρασκευάσασα. ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις ἤκουον. 3 τι Α μέντοι F αὐτοῦ om. 4 ὅλως in mg. add. F1 10 lacuna quinque litterarum in F 14 οὔ γε r: οὔτε FA οὔ τι γε 8 οὐ τῆς idem in addendis 20 ἐκεῖθεν Α ὑψικόμου s: ὑψικλόνου FA 22 ἔχε ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν Κομνηνὸν ἐς μείζονα ἀξίαν παρεφυλάττετο ὁ θεὸς καθάπερ τι χρῆμα τίμιον τὰ Ῥωμαίων σκῆπτρα δι’ αὐτοῦ επανακαλέσασθαι θέλων. εἰ δέ τι μετὰ ταῦτα συμβέβηκε τῷ Βρυεννίῳ τῶν ἀβουλήτων, αἰτία τῶν ἀμφὶ τὸν βασιλέα τινῶν, ὁ ἐμὸς πατὴρ ἀναίτιος.