Τούτων ἀκούσαντες τῶν ῥημάτων ὥσπερ ὀβτράκου Μεταπεςόντος τὴν γνώμην μεταβαλόντες οἴκαδε ἀνεχώρουν. ὁ δὲ στρατοπεδάρχης γινώσκων τὸν ὄχλον ἐν ῥοπῇ τὰς γνώμας μεταβάλλειν εἰωθότα, καὶ μᾶλλον εἰ ὑπὸ χαιρεκάκων C ὀτρύνοιτο, δείσας μὴ διὰ τῆς ννκτὸς κατ᾿ αὐτοῦ μελετή σαντες ἐπέλθωσι καὶ τὸν Οὐρςέλιον ἐξαγαγόντες μὲν τῆς φρουρᾶς, λύσαντες δὲ τῶν δεσμῶν ἀφῶσιν, ἐπεὶ μὴ ἀποχρώσας εἶχε δυνάμεις πρὸς τοσούτους ἀντικαταστῆναι, μηχανᾶται τὸ ἐντεῦθεν Παλαμήδειόν τι μηχάνημα. ἐς μὲν τὸ φανερὸν ἀποτυφλοῖ τὸν Οὐρσέλιον• καὶ ἥπλωτο μὲν ἐv τῇ γῇ, ὁ δὲ δήμιος ἐπῆγε τὸν σίδηρον, ὁ δὲ ἐπωρνετό τε καὶ 4 εἰ A om F 10 μηδένα λόγον s: δένα λόγον Α μηδὲν οἱ πολλοὶ F 11 βούλονται ἵνα Α βονλόμενοι F 15 ἐξάγωσιν 22 ὄχλον] δῆμον 24 ὀτρύνεται 29 ἐφήπλωτο s ἐν addidi 30 ἐπωδύρετο ἔστενε καθάπερ λέων βρυχώμενος· σχῆμα δὲ πάντα ἦσαν D τῆς τῶν ὀμμάτων ἀποστερήσεως, παρήγγελτο δὲ καὶ ὁ τῷ δόξαι τυφλούμενος βοᾶν τε καὶ κεκραγέναι καὶ ὁ μέχρι τοῦ δοκεῖν τοὺς ὀφθαλμοὺς ἐξορύττων δριμύ τε ἐνορᾶν πρὸς τὸν ἐκκείμενον καὶ μανιώδη τὰ πάντα δρᾶν, μᾶλλον δὲ σχηματίζεσθαι τὴν ἀποτύφλωσιν. καὶ ὁ μὲν ἀπετυφλοῦτο μὴ ἀποτυφλούμενος, ὁ δὲ δῆμος ἐκρότει καὶ πανταχόθι τὴν τοῦ Οὐρσελίου τύφλωσιν διεβόμβει. ταῦτα ὥσπερ ἐν σκηνῇ δραματουργηθέντα πέπεικε τὸν ὄχλον ὄλον, ὅσος ἐγχώριος καὶ ὅσος ἔξωθεν, εἰς ἔρανον κατὰ τὰς μελίσσας συλλέγεσθαι. τοῦτο γὰρ ἅπαν τὸ σκέμμα τῆς Ἀλεξίου φρονήσεως, ἵνα οἱ P. 8 πρὸς τὸ δοῦναι χρήματα δυσχερῶς ἔχοντες καὶ ἀφελέσθαι τόν Οὐρσέλιον ἐπιβουλεύοντες ἐκ τῶν χειρῶν Ἀλεξίου τοὐμοῦ πατρός ἀποκαραδοκήσωσί τε ὡς ἐντεῦθεν αὐτοῖς τῆς ἐπιβουλῆς ἀνωφελοῦς καθεστηκυίας καὶ ταχὺ πρὸς τὸ βούλημα τοῦ στρατοπεδάρχου τράπωνται τῆς πρῴην ἀστοχοῦντες βουλῆς αὐτόν τε φίλον ποιούμενοι καὶ ὀργὴν βασιλέως ἐκκλίνοντες. τοῦτον τοίνυν οὕτω κατασχὼν τὸν Οὐρσέλιον ὁ ἀξιάγαστος στρατηγὸς εἶχεν ὡς ἐν ζωγρίῳ τὸν λέοντα ἔτι ἐπικαλύμματα τοῖς ὀφθαλμοῖς φέροντα τὰ σύμβολα τῆς δῆθεν (??). 11 ἀποτυφλώσεως. οὐ μὴν ἠρκεῖτο οἶς εἴργασται οὐδὲ ὡς κῦδος Β ἀράμενος πρὸς τἆλλα τῶν πραγμάτων ἀναπεπτώκει, ἀλλὰ πόλεις τε ἄλλας πολλὰς καὶ φρούρια κατεκτήσατο καὶ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν πεποίηκεν, ὅσα ἐπὶ τῶν Οὐρσελίου πονηρῶς προπέπραχεν. ἐντεῦθεν οὖν τὰς ἡνίας στρέψας εὐθὺ τῆς βασιλίδος πόλεως ἤλαυνε. γενόμενος δὲ ἐν τῇ παππώᾳ πόλει καὶ μικρὸν ἀναπαύων τῶν πολλῶν καμάτων ἑαυτόν τε καὶ τὴν σύμπασαν στρατιὰν πρᾶγμα ἐντεῦθεν ὦπτο πεποιηκώς, ὅπερ Ἡρακλῆς ἐκεῖνος ἐπὶ τῇ τοῦ Ἀδμήτου Ἀλκήστιδι. ὡς γὰρ εἶδεν ὁ Δοκειανὸς ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου Κομνηνοῦ ἀδελφιδοῦς καὶ τούτου ἐξάδελφος ἀνὴρ δὲ οὗτος τῶν ἐπιδόξων 1 βρυχόμενος 19 ζωγρείῳ 21 μέγα κῦδος 30 ἀλκίστιδι F γένει καὶ ἀξιώματι) τὸν Οὐρσέλιον τὰ τῆς τυφλώσεως σύμβολα C φέροντα καὶ ὑπό του χειραγωγούμενον, βύθιόν τι στενάξας καὶ ἐπιδακρύσας τῷ Οὐρσελίῳ ὠμότητα κατηγορήκει τοῦ στρατηγοῦ καὶ μέμψιν αὐτῷ ἐπῆγε τούτου καταβοώμενος ὡς τοιοῦτον ἄνδρα γεννάδαν τε καὶ ἄντικρυς ἥρωα τοὺς ὀφθαλμοὺς ἀφελομένου, ὃν ἐχρῆν ἀτιμώρητον διασώσασθαι. ἀλλ’ ἐκεῖνος τότε μὲν „τὰς αἰτίας τῆς ἀποτυφλώσεως εἰσαῦθις ἐπακούσειας” ἐπειπὼν „φίλτατέ μοι”, μετὰ βραχὺ δ’ εἰς οἰκίσκον ἀγαγὼν αὐτόν τε καἰ τὸν Οὐρσέλιον ἀνακαλύπτει τὸ πρόσωπον καὶ δείκνυσιν Οὐρσελίου τοὺς ὀφθαλμοὺς πυρωπὸν ἀπαστράπτοντας. ἐξεπλάγη ταῦτα ὡς ἐθεάσατο καὶ ἐθαύμασεν ὁ Δοκειανὸς καὶ οὐκ εἶχεν ὅ τι καὶ D χρήσαιτο τῷ πλήθει τοῦ θαύματος. καὶ θαμὰ μὲν ταῖς ὄψεσι τὰς χεῖρας ἐπέβαλε, μή που καὶ ὄναρ ἐστὶ τὸ θεώμενον ἤ τις μαγικὴ τερατεία ἢ ἄλλο τι τοιοῦτον ἄρτι πρώτως καινοτομούμενον· ὡς δὲ τὴν ἐπὶ τῷ ἀνδρὶ φιλανθρωπίαν τοῦ ἐξαδέλφου κατεμάνθανε καὶ μετὰ τῆς φιλανθρωπίας τὴν τέχνην, περιχαρὴς γεγονὼς ἐνηγκαλίζετό τε αὐτὸν καὶ κατεφίλει πολλάκις τὸ πρόσωπον εἰς ἡδονὴν τὸ θαῦμα μεταβαλών. ταὐτὸ δὲ τούτῳ πεπόνθασι καὶ οἱ περὶ τὸν βασιλέα Μιχαὴλ καὶ βασιλεὺς αὐτὸς καὶ πάντες.