Ἄρτι γὰρ τοῦ βαρβάρου Τουτὰχ ἐκ τῶν βαθυτέρων τῆς ἀνατολῆς μερῶν κατεληλυθότος μετὰ βαρυτάτου στρατεύματος, ἐφ’ ᾧ τὰ τῶν Ῥωμαίων λῄζεσθαι, ὁ Οὐρσέλιος πολλάκις ὑπὸ τοῦ στρατοπεδάρχου στενοχωρούμενος καὶ ἄλλα ἐπ’ ἄλλοις φρούρια ἀφαιρούμενος, καίτοι στρατιὰν πολλὴν ἐπαγόμενος καὶ πάντας λαμπρῶς καὶ γενναίως καθωπλισμένους, εὐμηχανίᾳ παρὰ πολὺ ἡττᾶτο τοὐμοῦ πατρὸς Ἀλεξίου· τέως δ’ οὖν ἐπ’ ἐκεῖνον καταφυγεῖν ἔδοξε. τελευταῖον τοῖς πᾶσιν ἐξαπορούμενος ξυμμίγνυσι τῷ Τουτὰχ καὶ φίλον P. 5 ποιεῖται καὶ εἰς συμμαχίαν αὐτὸν καταλιπαρεῖ. ἀλλ’ ὁ στρατοπεδάρχης Ἀλέξιος ἀντιστρατηγεῖται πρὸς ταῦτα καὶ ὀξύτερον οἰκειοῦται τὸν βάρβαρον καὶ ἐπισπᾶται πρὸς ἑαυτὸν καὶ λόγοις καὶ δώροις καὶ πᾶσι τρόποις καὶ μηχανήμασιν. ἦν γὰρ εἴπερ τις ἄλλος ἐφευρετὴς καὶ πόρους ἐν τοῖς ἀπορωτάτοις ξυμμηχανώμενος. ὁ γοῦν δυνατώτατος αὐτῶ τῶν τρόπων τοιοῦτός τις ἦν, ὡς ἐν τύπῳ εἰπεῖν, δεξιώσασθαι τὸν Τουτάχ· καί φησι φίλοι μὲν ἄμφω ἀλλήλοις ὅ τε σὸς συολτάνος καὶ ἐμὸς βασιλεύς. ὁ δὲ βάρβαρος οὗτος Οὐρσέλιος Β καὶ πρὸς ἄμφω ἀνταίρει τὰς χεῖρας καὶ ἐχθρὸς καὶ ἀμφοτέροις καθίσταται φοβερώτατος ἐκείνου μὲν κατατρέχων 1 καὶ τὸ Α τὸ om. F 10 πλατύτερον FA πλατύτερα 20 ἐκεῖνον s: ἐκεῖνο ἔδοξεν καὶ ἀεί τι τῆς μερίδος ‘Ρωμαίων κατὰ μικρὸν ὑποβπώμενος, ἀποστερίσκων δὲ τῆς Περσίδος ἅπερ ἂν καὶ ἐξῆν κἀκείνῃ περιγενέσθαι. τέχνῃ δὲ τὸ ἄπαν μετέρχεται νῦν μὲν ἐμὲ παρασκιάζων διὰ τῆς σῆς δυνάμεως, αὖθις τοῦ καιροῦ τούτῳ συμπνεύσαντος ἀφέμενος ἐμοῦ ὡς ἤδη ἐv ἀκινδύνῳ καθεστηκὼς πάλιν ἐξ ὑποβτροφῆς κατὰ σοὺ ἀρεῖται τὰς χεὶρας. ἀλλ᾿ εἴ τι ἐμοὶ πείθῃ, ἐπειδὰν καὶ αὖθις ἐλεύσεται πρὸς ὑμᾶς, χρὴ μετὰ πολλῶν κρατῆσαι τὸν Οὐρσέλιον καὶ πρὸς ἡμᾶς ἐξαποστεῖλαι δεσμώτην. τρία γὰρ ἐντεῦθέν” φησι C ,,κερδανεῖς, ἓν μὲν χρημάτων πλῆθος ὅσον καὶ οἷον οὐδείς πω πρότερον, ἕτερον δὲ τὴν εὔνοιαν τοῦ αὐτοκράτορος συνεπισπάσῃ, ἀφ’ οὗπερ εἰς ἄκρον εὐδαιμονίας φθάσεις ἐληλυθώς, τρίτον δὲ ἵτι καὶ ὁ σουλτάνος τὰ μεγάλα ἡσθήσεται ἐχθροῦ τηλικούτου ἐκποδὼν γεγονότος καὶ τὰς χεῖρας ἀσκοῦντος ν. 9 καθ’ ἑκατέρων κατά τε ‘Ρωμαίων καὶ Τούρκων”. ταῦτα διαπρεσβευσάμενος πρὸς τὸν ἄνωθεν εἰρημένον Τουτὰχ ἁ ἐμὸς πατὴρ καὶ τῆς ‘Ρωμαϊκῆς στρατιᾶς ἀρχηγὰς κατ’ ἐκεῖνο καιροῦ καὶ ἅμα καὶ ὁμήρους πέμψας τῶν ἐνδοξοτάτων τινὰς ἐπὶ συγκειμένω χρόνῳ καὶ χρημάτων ποσότητι πείθει τοὺς ἀμφὶ τὸν Τουτὰχ βαρβάρους κατασχεῖν τὸν Οὐρσέλιον. D καὶ τούτου ταχὺ γεγονότος άποστέλλεται εἰς Ἀμάσειαν τῷ στρατοπεδάρχῃ. ἀλλ᾿ ἐντεῦθεν ἐχρονοτρίβει τὰ χρήματα· αὐτὸς μὲν γὰρ οὐκ εἶχεν ὁπόθεν ἀποπληρώσειε, τὰ δ᾿ ἐκ βασιλέως ἠμέλητο· καὶ οὐχ ὅτι βραδεῖ ποδὶ κατὰ τὴν τραγῴδίαν ἔστιχεν, ἀλλ᾿ οὐδαμοῦ κατεφαίνετο. οἱ μὲν οὖν ἀμφὶ τὸν Τουτὰχ ἐνέκειντο τὸν τῶν χρημάτων ἀπαιτοῦντες ὄγκον ἢ τὸν ἐωνημένον ἐξόπισθεν λαμβάνειν καὶ παλινδρομεῖν ἐᾶν τοῦτον ὅθεν κατείληπτο· ὁ δὲ οὐκ εἶχεν ὅθεν ἐποδοίη τὴν τοῦ ἐωνημένου τιμήν, τοις ὅλοις οὖν δι᾿ ὅλης νυκτός ἐξαπορούμενος P. 6 ερανίσασθαι παρὰ τῶν οἰκητόρων Ἀμασείας ελογί- 2 τῆς περσίδος Α τῇ περσίδι F κἀκείνης? 3 περιγενέσθαι] ‘an παρελέσθαι?’ s 4 παρασκιάζων] ‘an ἀποσκενάζων?’ s 8 χρὴ μετὰ r: χρημάτων 24 Enrip. (ap. Plut. de sera n. ν. 2 Stob. ecl. 1, 3, 21) inc. 969 Ν 25 oὖv s: γὰρ σατο τὴν τιμήν. καὶ αὐγαζούσης ἡμέρας, κἂν ἀργαλέον ἐδόκει, ἀλλ’ ὅμως συνεκαλεῖτο ἅπαντας καὶ μᾶλλον τοὺς τὰ πρῶτα φέροντας καὶ χρημάτων εὐποροῦντας, πρὸς οὓς μᾶλλον θεασάμενος ἔφη „ ἴστε πάντες, ὅπως ὁ βάρβαβος οὑτοσὶ τὰς τοῦ Ἀρμενιακοῦ διέθετο πόλεις ἁπάσας ὅσας τε κωμοπόλεις ἐπόρθησε καὶ ὁπόσους κακῶς διέθετο σνμφοραῖς ἀφορήτοις ὑποβαλὼν ὁπόσα τε χρήματα ἀφ’ ὑμῶν ἐκομίσατο. Β ἀλλὰ καιρὸς ἤδη πάρεστι τῶν ἐξ αὐτοῦ ὑμᾶς ἀπαλλάττειν κακώσεων, εἰ βούλεσθε. δεῖ τοιγαροῦν μὴ προέσθαι τοῦτον. ὁρᾶτε γὰρ ὡς δεσμώτης ἡμῖν ὁ βάρβαρος νεύσει πάντως θεοῦ καὶ ἡμετέρᾳ σπουδῇ. ὁ δὲ τοῦτον ζωγρήσας Τουτὰχ ἐξ ἡμῶν αἰτεῖ τὴν τιμήν. ἡμεῖς δ’ ἀποροῦμεν παντάπασιν ἐπ’ ἀλλοδαπῆς τε ὄντες καὶ συχνὸν ἤδη χρόνον μετὰ τῶν βαρβάρων μαχόμενοι καὶ τὰ προσόντα δεδαπανηκότες. εἰ μὴ γοῦν πόρρω ὁ βασιλεὺς ἦν καὶ καιρὸν ἀναμονῆς ἐδίδου ὁ βάρβαρος , ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς. ἐπεὶ δ’, ὡς ἴστε καὶ αὐτοί, οὐδὲν τούτων ἔξεστι πράττειν, δέον ὑμᾶς συνεισενεγκεῖν τὴν τιμήν, καὶ λήψεσθε πάντα C δι’ ἡμῶν ἐκ βασιλέως ὁπόσα παράσχοιτε”. εἶπε ταῦτα καἰ ἐξεκρούσθη παραυτίκα καὶ θόρυβον ἀνῆψε σφοδρότατον τῶν Ἀμασειανῶν εἰς ἀποστασίαν κεκινημένων. ἦσαν γὰρ οἳ τούτους εἰς θόρυβον ἠρέθιζον ἄνδρες κακουργότατοί τινες καὶ ῥέκται πραγμάτων εἰδότες ὀτρύνειν δῆμον εἰς ταραχήν. θόρυβος τοίνυν ἦρτο πολὺς τῶν μὲν βουλομένων σῴζεσθαι τὸν Οὐρσέλιον καὶ τὸ πλῆθος ἀντιλαβέσθαι τούτου ἐρεθιζόντων, τῶν δὲ ἐκταραττομένων (τοιοῦτον γὰρ τὸ συρφετῶδες D καὶ τὸν Οὐρσέλιον ἁρπάσαι θελόντων καὶ τῶν δεσμῶν ἀπολύειν. δῆμον οὖν ὁ στρατοπεδάρχης τοσοῦτον ὁρῶν μαινόμενον ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἐγνώκειν, καταπεπτώκει μὲν οὐδαμῶς, ἀλλ’ ἐπιρρώσας ἑαυτὸν κατεσίγαζε τῇ χειρὶ τὸν θόρυβον. ὀψὲ δὲ καὶ μόλις τούτους καταπαύσας V. 10 καὶ πρὸς τὸ πλῆθος τὸν λόγον ἀνενεγκὼν ἔφη „ θαυμάζειν ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως τὴν συσκευὴν τουτωνὶ 2 ἅπαντάς τε καὶ 29 κατεπεπτώκει 32 μετενεγκὼν τῶν ἐξαπατώντων ὑμᾶς παντάπασιν ἠγνοήσατε τὴν σφῶν αὐτῶν σωτηρίαν τῷ ὑμετέρῳ αἵματι ἐξωνονμένων καὶ μεγίστην ὑμῖν τὴν βλάβην προξενούντων ἀεί, ποία γὰρ ὑμῖν τῆς τοῦ Οὐρσελίον τυραννίδος ἡ ὠφέλεια, εἰ μὴ σφαγαὶ καὶ πη ρωοεις P. 7 καὶ ακρωτηριασμοὶ μελῶν; Οὗτοι δὲ οἱ τῶν τοιούτων ὑμῖν πρόξενοι ἔνθεν μὲν τὰ οἰκεῖα ἀσινῆ διετήρουν τὸν βάρβαρον θεραπεύοντες, ἐκεῖθεν δὲ αὖθις τῶν ἐκ βασιλέως ἐνεφοροῦντο δωρημάτων χαριζόμενοι τούτῳ, ὅτι μὴ ὑμῶν τε καὶ τῆς πόλεως Ἀμασείας παρεχώρησαν τῷ βαρβάρῳ, καὶ ταῦτα μηδένα λόγον ὑμῶν ποιησάμενοι πώποτε. Διὰ τοῦτο καὶ τὴν τυραννίδα συνίστασθαι βούλονται, ἵνα τῷ μὲν τνράννῳ χρηστὰς ὑποσαίνοντες ἐλπίδας ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, ἐκ βασιλέως δὲ αὖθις ἀπαιτὼσι τιμάς τε καὶ δωρεάς· Β ἢν δέ τι καὶ νεωτερισθείη, αὐτοὶ μὲν πάλιν ἑαυτοὺς τοῦ δράματος ἐξάγωσι, τὸν δὲ βαοιλέως θνμὸν καθ᾿ ὑμῶν ἐξάψωσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τούτους μὲν ὑμᾶς πρὸς θόρυβον ἐρεθίζοντας τὸ παρὸν ἐρρῶσθαι ἐάσατε, ἕκαστος δὲ ὑμῶν οἴκαδε ἀπελθὼν τὰ λεχθέντα σκοπείτω, καὶ εἴσεσθε ὁποῖος ὑμῖν τὸ ξνμφέρον βουλεύεται”.