Ὁ μέντοι Ῥομπέρτος πᾶσαν δύναμιν συναγηοχὼς κατὰ τὸ Βρεντήσιον τάς τε ναῦς αὐτῷ καὶ τοὺς στρατιώτας C (αἱ μὲν γὰρ νῆες εἰς ἑκατὸν καὶ οἱ δὲ στρατιῶται εἰς τριάκοντα χιλιάδας ξύμπαντες ἐτύγχανον συμποσούμενοι ἑκάστης νηὸς ἄνδρας ἀπολαμβανούσης διακοσίους μεθ’ ὅπλων καὶ ἵππων) καὶ οὕτως ἐχόντων παρασκευῆς, ἐπειδὰν οἷς προσοκείλειαν, ὡπλισμένοις τούτοις καὶ ἱππόταις περιτύχοιεν, ἔμελλε διαφεῖναι πρὸς τὴν Ἐπίδαμνον πόλιν, ἣν Δυρράχιον κατὰ τὸ νῦν ἐπικρατῆσαν ἔθος προσονομάζομεν. ἐδόκει μὲν γὰρ ἐξ Ὑδροῦντος πρὸς τὰς Νικοπόλεις διαπερᾶν καὶ τήν τε Ναύπακτον καὶ τὰ ξυμπαρακείμενα χωρία καὶ φρούρια πάντα κύκλῳ περιλαβεῖν. ἀλλ’ D ἐπειδήπερ εἰς πολὺ πλάτος ἠνέῳκτο τό ἐκεῖθεν ἐνθάδε πέλαγος ἢ τὸ ἀπὸ Βρεντησίου πρὸς τὸ Δυρράχιον, προείλετο μᾶλλον τοῦτον τὸν κατάπλουν ἐκείνου ἅμα μὲν καὶ τὴν ταχίστην κέλευθον προαιρούμενος, ἅμα δὲ καὶ τὴν ῥᾳστώνην τῷ 34 στόλῳ περιποιούμενος. καὶ γὰρ χειμέριος ἦν ἡ ὥρα καὶ ὁ ἥλιος 23 περιτύχοιεν r: περιτυχεῖν 30 μᾶλλον] 8.13 ab hoc verbo incipit C πρὸς τοὺς νοτίους κύκλους ἀπελαυνόμενος καὶ τῷ αἰγοκέρωτι πλησιάζων ὑπετέμνετο τὰ ἡμερησία διαστήματα. ἴν’ οὖν μὴ ἐξ Ὑδροῦντος ἀφεὶς ἀρχομένης ἡμέρας νυκτοπλοήσειε καὶ κλύδωσί τισι προσπελάσειεν, ἐπὶ τὸ Δυρράχιον ἐκ Βρεντησίου ὅλοις ἱστίοις ἀπενεχθῆναι ἐβουλεύσατο. τὰ μήκη γὰρ τοῦ διαστήματος τῆς ὁδοῦ συνετέμνετο ἐπιστενουμένου τοῦ Ἀδριαντικοῦ πελάγους ἐκεῖθι. οὐ μέντοι οὐδὲ τὸν υἱὸν Ῥογέρην κατόπιν ἀπέλιπε, καθάπερ βεβούλητο πρότερον, Ἀπουληΐας αὐτὸν κεχειροτονηκὼς κύριον, ἀλλ’ οὐκ οἶδ᾿ Ρ. 3 ὅπως μεταδόξαν αὐτὸν πάλιν συνεφεπόμενον εἶχε. μεταξὺ δὲ τοῦ πρὸς τὸ Δυρράχιον κατάπλου τήν τε Κορυφὼ πόλιν ὀχυρωτάτην καὶ ἄλλα τινὰ ἡμέτερα φρούρια ἐξ ἀποστολῆς κατέσχε. καὶ ὁμήρους ἔκ τε Λογγιβαρδίας καὶ Ἀπουληΐας ἀναλαβόμενος καὶ τὴν χώραν ἀργυρολογήσας ἅπασαν καὶ φορολογήσας προσδοκήσιμος ἦν τῷ Δυρραχίῳ προσεσχηκέναι. δοὺξ δὲ τηνικαῦτα ἐτύγχανε παντὸς τοῦ Ἰλλυρικοῦ Γεώργιος ὁ Μονομαχάτος παρὰ τοῦ αὐτοκράτορος Βοτανειάτου Β ἀποσταλείς. καίτοι πρότερον τὴν ἀποστολὴν ἀπεπέμπετο καὶ οὐδ’ ὅλως ἦν εὐπειθὴς πρὸς τὴν λειτουργίαν ταύτην, ἀλλ’ οἵ γε βάρβαροι δοῦλοι τοῦ αὐτοκράτορος Σκύθαι γὰρ ἦσαν Βορῖλός τε καὶ Γερμανός) ἐνεκότουν τε τῷ Μονομαχάτῳ καὶ ἀεί τι δεινότερον κατ᾿ αὐτοῦ ἐννοοῦντες κατεῖπον αὐτοῦ πρὸς τὸν αὐτοκράτορα συρράψαντες, ὁπόσα γε καὶ βεβούλοιντο, καὶ τοσοῦτον ἀνέφλεξαν τὸν τοῦ βασιλέως κατ᾿ αὐτοῦ θυμόν, ὡς ἐπιστραφέντα ποτὲ πρὸς τὴν βασιλίδα Μαρίαν ἐρεῖν „ἐχθρὸν τῆς τῶν Ῥωμαίων ἡγεμονίας τὸν Μονομαχάτον τοῦτον ὑπώπτευκα”. τοῦτο ἀκροασάμενος Ἰωάννης ὁ Ἀλανός, φίλος ἐς τὰ μάλιστα ὢν τοῦ Μονομαχάτου, γινώσκων δὲ καὶ τὴν τῶν Σκυθῶν πρὸς αὐτὸν μῆνιν καὶ τὰς C συχνὰς κατ᾿ αὐτοῦ εἰσηγήσεις ἅπαντα τά τε τοῦ βασιλέως ῥήματα τά τε τῶν Σκυθῶν πρὸς τὸν Μονομαχάτον ἀπελθὼν 6 τῆς ὁδοῦ ἐνταῦθα συνετέμνετο 7 Ἀδριατικοῦ οὐδὲ] γε F ut videtur 12 ἄλλά τ F ἄλλ’ ἄττα s: sic 18 καίτοι γε 26 τῶν om ἐξορχεῖται καὶ περὶ τοῦ συμφέροντος βουλεύσασθαι ξυμβουλεύει. ὁ δὲ νουνεχὴς γὰρ ἦν) καὶ τῷ βασιλεῖ προσελθὼν προαρπάζει τὴν ἐπὶ τὸ Δυρράχιον λειτουργίαν λόγοις κολακευτικοῖς καταθέλξας αὐτόν. καὶ ὡς πρὸς τὴν Ἐπίδαμνον συνταξάμενος καὶ τὰς ἐπὶ τῇ δουκικῇ ζώνῃ προστάξεις ἐγγράφως ἀνειληφώς, ἐπισπευδόντων εὖ μάλα πρὸς τοῦτο τῶν Σκυθῶν ἐκείνων Γερμανοῦ καὶ Βορίλου, εἰς δευτέραν ἡμέραν D τῆς βασιλίδος πόλεως ἔξεισι τὴν Ἐπίδαμνον ἀφορῶν καὶ τὴν Ἰλλυρίδα χώραν. ἀλλὰ περιτυγχάνει περί που τὴν λεγομένην Πηγήν, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῆς ἐμῆς δεσπότιδος παρθένου καὶ θεομήτορος ἐν τοῖς ἀνὰ Βυζαντίδα πόλιν ναοῖς περιβόητος, τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ. οἱ δὲ εἶδον ἀλλήλους, καὶ ὁ μὲν Μονομαχάτος ἄρχεται λόγων πρὸς τὸν μέγαν δομέστικον περιπαθῶν καὶ ὡς ὑπερόριος γίνοιτο δι’ ἐκεῖνον καὶ τὴν πρὸς τοῦτον φιλίαν, καὶ ὅτι οἱ Σκύθαι οἱ πᾶσιν ἐποφθαλμιῶντες Βορῖλος καὶ Γεμανὸς ὅλον τοῦ φθόνου τὸν τροχὸν κατ᾿ αὐτοῦ ἐξεκύλισαν καὶ δὴ τῶν οἰκείων καὶ τῆς φίλης ταύτης πόλεως εὐπροσώπως ἐξορίζουσι. καὶ πάντα κατὰ μέρος ἐκτραγῳδήσας, ὅσα τε πρὸς τὸν βασιλέα συκοφαντηθείη καὶ πάθοι παρὰ τῶν δούλων, ἠξιοῦτο παραμυθίας ὅτι πλείστης παρὰ τοῦ δομεστίκου τῆς δύσεως, οἷος ἐκεῖνος ψυχὴν ἐπικουφίσαι 39 βαρυνομένην ταῖς συμφοραῖς. καὶ τέλος ἐπειπόντος, ὡς ἄρα θεὸς εἴη τῶν τοιούτων ἐκδικητὴς καὶ ὡς μεμνῆσθαι φιλίας τῆς πρὸς αὐτὸν ὑπομνήσαντος, ὁ μὲν ἐπὶ τὸ Δυρράχιον ὥρμα, τὸν δ’ ἀφῆκεν εἰσδῦναι τὴν βασιλεύουσαν πόλιν. ὁ δὲ Μονομαχάτος καταλαβὼν τὸ Δυρράχιον καὶ ἀμφοτέρων τὴν παρασκευὴν ἀκηκοὼς τήν τε τοῦ τυράννου Ῥομπέρτου καὶ 35 τὴν ἐπανάστασιν Ἀλεξίου, ἐν ζυγῷ καὶ σταθμῷ τὰ κατ᾿ αὐτὸν διετίθετο. καὶ πρὸς μὲν τὸ φανερὸν ἀντίξως εἶχεν ἐν] ἀμφοτέροις, εἶχε δέ τι τὰ τῆς προδήλου μάχης καὶ τοῦ φαινομένου Β βαθύτερον. ὁ μὲν γὰρ μέγας δομέστικος γράμμασιν αὐτῷ μεμηνύκει τὰ συμπεσόντα, ὅτι τε τῶν ὀμμάτων ἀποστέρησις 10 δεσποίνης 14 γίνεται 17 δὴ om φιλτάτης 29 ἐν deleri iussit s τούτῳ ἠπείλητο καὶ ὡς ἄρα διὰ Ταύτην τὴν ἀνάγκην καὶ τὴν μελετωμένην τυραννίδα τοῖς τυραννοῦσιν ἀντεπιτίθεται καὶ χρὴ τοῦτον διαναστῆναι ὑπὲρ τοῦ φίλου καὶ πρὸς αὐτὸν ἐθελῆσαι πέμψαι ὅθεν δήποτε χρῆμα τούτῳ συνειλεγμένον. „δεῖ δὴ γάρ” φησι „χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων”. ὁ δὲ χρήματα μὲν οὐκ ἔπεμψε, φιλοφρονησάμενος δὲ τοὺς πρέσβεις γράμματα τούτοις ἐπιτίθησιν ἀντὶ χρημάτων τοιόνδε νοῦν περιέχοντα, ὡς αὐτὸς μὲν εἰς τὴν τήμερον τὴν ἀρχαίαν φιλίαν διαφυλάττοι καὶ εἰς τὸ ἑξῆς C φυλάττειν κατεπαγγέλλοιτο· περὶ δὲ τοῦ ἐπιτεταγμένου Χρυσίου σφόδρα μὲν καὶ αὐτὸν γλίχεσθαι πέμπειν ὁπόσα γε βούλοιτο χρήματα. „ἀλλὰ γὰρ ἐπέσχε με πρᾶγμα δίκαιον. καὶ γὰρ πρὸς τοῦ βασιλέως Βοτανειάτου πεμφθεὶς καὶ τὰς πίστεις τῆς δουλείας αὐτῷ δεδωκὼς οὐ καλὸς ἂν οὐδέ σοι δόξω καὶ εὔνους τὰ εἰς βασιλέας ἀνήρ, εἴ γε τοῖς σοῖς ἐπιτάγμασιν ἐκ τοῦ σχεδὸν ὑπείξομαι. εἰ δὲ τὴν βασιλείαν σοι ἐπιβραβεύσειεν ἡ ἄνωθεν πρόνοια, ὡς πρῶτον φίλος ἐγὼ πιστὸς ἦν, καὶ μετὰ ταῦτα δοῦλος πιστότατος ἔσομαι.” ταῦτα τοῦ Μονομαχάτου πρὸς τὸν ἐμὸν πατέρα σχεδιάσαντος καὶ ἐν ταὐτῷ αὐτόν τε ἅμα, λέγω δὴ τὸν ἐμὸν πατέρα, καὶ D τὸν Βοτανειάτην ὑποποιουμένου, πρὸς δὲ τούτοις πρὸς τὸν βάρβαρον Ῥομπέρτον γυμνοτέρους ποιησαμένου λόγους καὶ· εἰς λαμπρὰν ἀποστασίαν ἀναρρηγνυμένου, πολλὰ κατηγορεῖν ἔχω. ἀλλ’ ἔοικέ πως τὰ τοιαῦτα ἤθη τῶν ἀνθρώπων παλίμβολα καὶ πολλὰ χρώματα μεταλαμβάνοντα κατὰ τὰς τῶν πραγμάτων μεταβολάς, καὶ τῷ μὲν κοινῷ οἱ τοιοῦτοι πάντες ἀξύμφοροι, ἑαυτοῖς δέ εἰσιν ἀσφαλέστατοι τὰ κατ᾿ αὐτοὺς καὶ μόνους ξυμφέροντα διοικονομούμενοι καὶ ὡς τὰ πολλὰ Ρ. (??) ἀποτυγχάνοντες. ταῦτα μὲν οὕτως ὁ τῆς ἱστορίας ἵππος τῆς λεωφόρου ἐξέδραμε· πάλιν δὲ τοῦτον εἰς τοὺς προτέρους δρόμους ἐπαναγάγωμεν καὶ γεγονότα ἐξήνιον. ὁ γάρ τοι Ῥομπέρτος καὶ πρότερον σφαδάζων πρὸς τὴν καθ’ ἡμῶν πεἐγὼ 17 add F1 21 καὶ πρὸς ραίωσιν καὶ τὸ Δυρράχιον φανταζόμενος, τότε δὴ καὶ μᾶλλον ἐξεφλέγετο καὶ χεῖρας καὶ πόδας ἀκάθεκτος ἦν πρὸς τὴν ναυστολίαν καὶ τοὺς στρατιώτας ἐπέσπευδε καὶ λόγοις παροξυντικοῖς παρεθάρρυνεν. ὁ δὲ Μονομαχάτος ταῦτα κατασκευάσας καὶ ἄλλην τινὰ τοιαύτην ἀσφάλειαν ἑαυτῷ ἐπῳκοδομεῖτο. τόν τε γὰρ Βοδῖνον καὶ τὸν Μιχαηλᾶν τοὺς Β ἐξάρχους τῶν Δαλματῶν διά τινων γραφῶν ἑαυτῷ ὑπεποιήσατο φίλους καὶ δωρεαῖς προκατείληφε τὰς γνώμας αὐτῶν θύρας παντοδαπὰς ἑαυτῷ ὑπανοίγων. εἰ γὰρ τοῦ τε Ῥομπέρτου καὶ Ἀλεξίου ἀστοχήσειε καὶ ἀμφοτέρων ἀποκριθείη, εὐθὺ Δαλματίας ἐλάσειε πρός τε Βοδῖνον καὶ Μιχαηλᾶν αὐτόμολος γενησόμενος. ἐχθρῶν γὰρ τούτων ἀναφανέντων λοιπὸς ἄρα ὁ Μιχαηλᾶς κατηλπίζετο τούτῳ καὶ ἑτέρωθεν ὁ Βοδῖνος, πρὸς οὓς καὶ φυγεῖν παρεσκεύαστο, τῶν ἀπὸ τοῦ 36 Ῥομπέρτου δηλονότι καὶ Ἀλεξίου ἀντιπνευσάντων αὐτῷ. ταῦτα μὲν ἐχέτω ταύτῃ. καιρὸς δὲ ἤδη τραπέσθαι πρὸς τὴν C βασιλείαν τοὐμοῦ πατρὸς καὶ ὅπως καὶ ἐξ οἵων ἀφορμῶν οἵων εἰς τὸ βασιλεύειν ἐλήλυθε, διηγήσασθαι. οὐ γὰρ τὰ πρὸ τῆς βασιλείας αὐτῷ ἐσκεψάμην ἐρεῖν, ἀλλὰ καὶ ὅσα βασιλεύων κατώρθωκεν ἢ ἐξήμαρτεν, εἴ γε τέως σφαλέντα τοῦτον εὑρήσομεν ἐν ἅπασι δι’ ὧν βαδιούμεθα. οὐ γὰρ ὡς πατρὸς φεισαίμην, εἴ γέ μοι παρασταίη τι τῶν ἐκείνῳ μὴ καλῶς πεπραγμένων, οὐδὲ διὰ τὴν ὑποτρέχουσαν ὑποψίαν, ὅτι πατήρ ἐστι, περὶ οὗ ξυγγράφομεν, τὰ κατορθώματα τούτῳ παραδραμούμεθα. ἐν ἑκατέροις γὰρ ἀδικήσομεν τὴν ἀλήθειαν. ἐμοὶ γὰρ ταύτην ἐχούσῃ σκοπόν, ἄνωθεν καθάπερ πολλάκις εἴρηται, ὑπόθεσις ὁ πατὴρ καὶ βασιλεὺς ὑποβέβληται. τὸν οὖν Ῥομπέρτον ἐκεῖσε καταλελοιπότες, οὗπερ ὁ λόγος αὐτὸν ἠγάγετο, τὰ κατὰ τὸν βασιλέα σκοπῶμεν ἤδη· τοὺς δὲ πολέμους καὶ τὰς μάχας τὰς πρὸς τὸν Ῥομπέρτον ἐν ἑτέρῳ λόγῳ ταμιευσόμεθα. 11 Δαλματείας 16 ταύτῃ] ταῦτα (S) 17 τοῦ ἐμοῦ 20 εἴτε 24 συγγράφομεν τὰ κατορθώματα, τοῦτο 26 τοῦτον 29 δὲ S: τε F