Ἀπάρας γὰρ ἐκεῖθεν γίνεται κατὰ τὸν Ὑδροῦντα, εἶτ᾿ ἐκεῖθι διακαρτερήσας ὀλίγας ἡμέρας καὶ τὴν γυναῖκα V. Γαΐται ἀπεκδεχόμενος (καὶ γὰρ καὶ αὐτὴ ἀνδρὶ καὶ χρῆμα ἦν ἡ γυνὴ φοβερόν, ἐπειδὰν ἐξοπλίσαιτο) ὡς ἐνηγκαλίσατο ταύτην ἐπελθοῦσαν, ἄρας ἐκεῖθεν πάλιν ὅλῳ στρατεύματι τὸ Βρεντήσιον καταλαμβάνει· ἔστι δὲ τοῦτο ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον. ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθῆναι καὶ τὰς νῆας ἁπάσας, ὅσαι τε φορτίδες ἦσαν καὶ ὅσαι μακραὶ καὶ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν C ἀπόπλουν ἐδόκει ποιεῖν. καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον ἦν, πρέσβυν ἐξαποστέλλει τινὰ τῶν ἀμφ᾿ αὐτὸν μεγιστάνων 15 ἄντικρυς Α om F 18 προεφεταζέσθω Diesterwegius : προσεξεταζέσθω F 21 ἱδροῦντά F semper Ῥαοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην ἤδη μετὰ τὸν αὐτοκράτορα Δούκαν τῶν σκήπτρων ἐπειλημμένον· ἐκαραδόκει καὶ τούτου τὰς ἀποκρίσεις. αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὲν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασιλείαν παρείλετο, D καὶ ὡς ἠδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. τῷ δὲ τηνικαῦτα μεγάλῳ δομεστίκῳ καὶ ἐξάρχω τῶν δυτικῶν στρατευμάτων οὗτος δ’ ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρά τέ τινα ἐπεπόμφει καὶ γράμματα φιλίαν ἐπαγγελλόμενα. ταῦτα καραδοκῶν ἠτρέμει τῷ Βρεντησίῳ. ἐπεὶ δὲ μήπω τῶν στρατευμάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν τῶν πλειόνων εἰς θάλασσαν ἧκε Βυζαντόθεν ὁ Ῥαοὺλ καὶ μηδεμίαν ἀπόκρισιν πρὸς τὰ μεμηνυμένα ἐπενεγκὼν εἰς θυμὸν ἀνερρίπισε πλέω τὸν βάρβαρον καὶ μᾶλλον ὅτι καὶ δικαιολογίας ἥπτετο πρὸς τοῦτον τοιαύτης τῶν πρὸς τοὺς Ῥωμαίους πολέμων † ἀπαγούσης, πρῶτα μὲν ὅτι ὁ ἐφεπόμενος 36 αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαὴλ καὶ ὅλως πλάσμα ἐστὶ τὸ κατ’ αὐτόν. ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ἐν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα ἐπιμελὲς ποιησάμενος τὸ αὐταῖς ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεάσασθαι. ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὅς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἐξήλασε Β καὶ τὸν τοῦ Δούκα υἱὸν τὸν περιφανέστατον Κωνσταντῖνον ἐκεῖνον ἐν τοῖς ὑφ’ ἥλιον προσηκάμενος μετεδίδου αὖθις τῆς βασιλείας. τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαοὺλ εἰς πειθὼ καὶ ταῦτα προσῆγε παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. „τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν” φησι 14 ὁ Ῥαοὺλ καὶ r: καὶ ὁ Ῥαοὺλ 18 ἀπᾳδούσης 8 ἀπαγορευούσης? 22 τρυβώνιον F „πολεμήσομεν τοῦ Βοτανειάτου τὰς ἀρχὰς δεδωκότος τῆς ἀδικίας καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκήπτρων ἀποστερήσαντος; τὰ γὰρ παρ’ ἄλλων εἰς ἡμᾶς γινόμενα οὐκ ἂν ἑτέροις τοῖς μὴ προσκεκρουκόσι κατὰ δίκην ἐνέγκοι πόλεμον. μὴ ἔχοντος δὲ τοῦ πολέμου δικαίαν πρόφασιν C τὰ ξύμπαντα φροῦδα, καὶ νῆες καὶ ὅπλα καὶ ἄνδρες καὶ παρασκευὴ πᾶσα πολεμιστήριος”. ταῦτα ῥηθέντα ἐξώργισεν ἐπὶ πλέον Ῥομπέρτον· ἐμεμήνει γὰρ καὶ ἒμελλε τὼ χεῖρε τούτῳ ἐπιβαλεῖν. ἐκ θατέρου δὲ καὶ ὁ πεπλασμένος V. ἐκεῖνος Δούκας καὶ ψευδοβασιλεὺς Μιχαήλ, ὃν καὶ Ραίκτωρα ὠνομάκαμεν, ἐσχετλίαζε τε καὶ ἐδυσφόρει καὶ οὐκ εἶχεν, ὅπως κατάσχοι τὴν ὀργήν, οὕτω σαφῶς ἐξελεγχόμενος, ὡς οὐκ εἴη βασιλεὺς ἐκεῖνος ὁ Δούκας, ἀλλὰ ψευδεπίλαστος βασιλεύς. ὢν δὲ καὶ ἄλλως ἐζωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαοὺλ τοῦ ἀδελφοῦ Ῥογέρη πρὸς Ῥωμαίους D αὐτομολήσαντος καὶ διαμεμηνυκότος ἅπαντα τὰ κατὰ τὸν παρασκευαζόμενον πόλεμον ἠβουλήθη κακόν τι δρᾶσαι τῷ Ῥαοὺλ τὸν παραυτίκα θάνατον ἀπειλήσας. ὁ δὲ μηδ’ ὅλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκὼς πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. ἐτραγῴδει δὲ καὶ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ πρὸς Ῥωμαίους αὐτομολήσαντι μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξιᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων „ἓν τοῦτο καὶ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καὶ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην αὐτίκα ἐν μέσῃ τῇ πόλει ἀνασταυρώσας, τάδε καὶ τάδε πείσομαι ἐκ θεοῦ”. ἀλλὰ μεταξὺ τῶν διηγήσεων τούτων γελᾶν ἔπεισί P. μοι τοὺς ἄνδρας τούτους καὶ τῆς ἀπονοίας καὶ τῆς κουφότητος, μᾶλλον δὲ τῆς κατ’ ἀλλήων ἀλαζονείας. ὁ μὲν γάρ τοι Ῥομπέρτος πρόφασιν εἶχε τὸν ἀπατεῶνα τοῦτον καὶ 7 πολεμηστήριος F 25 ἐπιδραξοίμην F δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καὶ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ’ οὓς ἂν παραγένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι, ἐπὶ τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι· μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ. Β ὁ δὲ καὶ αὐτὸς ἐλπίσιν ἠπατημέναις ἐτρέφετο, εἴ που συμβαίη καὶ μετάσχοι κράτους τινός, οἷα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως, ἀλλ’ ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρὶξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασιλείαν τοῦ Ῥωμαϊκοῦ δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν. ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾶν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.