Ἀλλὰ μὴ παρῶμεν τὰ κατὰ Λογγιβαρδίαν αὐτῷ 1 ὑσμήνη F 16 Ῥομπέρτῳ λῆρος διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρατεύματι. ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, Β τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι νεοσύλλεκτον ποιεῖται στράτευμα μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον καὶ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἑαυτὸν ἐφειλκύσατο. καὶ ἦν ἰδεῖν καὶ παῖδας καἰ μειρακίσκους καὶ γέροντας ἀνθρώπους οἰκτρούς, οἳ μηδ’ ὅσον ἐν ὀνείροις ὅπλον ἐθεάσαντο, τότε δὴ ἐνδεδυμένους θώρακα καὶ ἀσπίδα κρατοῦντας καὶ τόξον ἀφυῶς πάντη καὶ πλημμελῶς τείνοντας καὶ κατὰ στόμα πίπτοντας, ἐπειδὰν C βαδίζειν ἐξῆν. ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἦσαν τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τά τῆς συγγενείας. ἡ μὲν γὰρ αὐτῶν ἀστράτευτον ἄνδρα ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν ἢ πρὸς ἄλλα ἔργα ἠσχολημένον. ταῦτα μὲν ἄντικρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἡ καὶ πλέον Ἡρώδου. ἐκεῖμος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὗτος δὲ καὶ κατὰ παίδων καὶ πρεσβυτέρων. ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζε τε D καθ’ ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων σώματα. ταῦτα μὲν ἐν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, πρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. τοσοῦτον μέντοι τῷ πάπᾳ προσέθετο, ὅτι τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βοριτύλαν τὸν ἀδελφόν, ἐπέσκηψεν, ἐπειδὰν ὁ τῆς Ῥώμης 17 γεωργὸν Α νεόν F 18 καὶ ταῦτα 22 ἀνασκήτως Α ἀνασκέπτως F 25 ἱδροῦντά FA 29 ὅτι s : ὅτε F 31 Λοριτύλαν Ducangius ἀδελφιδοῦν Ducangius θρόνος πρὸς βοήθειαν αὐτοὺς προσκαλοῖτο κατὰ τοῦ Ἐνερί χοῦ ῥηγός, προθυμότατα πρὸς αὐτὸν ἀφικέσθαι καὶ τὴν δν νατὴν εἰσενεγκεῖν συμμαχίαν. τὸν μέντοι Βαϊμοῦντον, τὸ νεώτερον τῶν υἱέων αὐτοῦ καὶ κατὰ πάντα παρεμφερῆ τῳ πατρὶ καὶ τόλμαν καὶ ῥώμην καὶ γενναιότητα καὶ θυμὸν ἀκατάσχετον (ὅλως γὰρ οὗτος τοῦ πατρὸς καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμαγεῖον) μετὰ βαρυτάτου στρατεύματος ἐν τοῖς καθ’ ἡμᾶς ἀποστέλλει χωρίοις τοῖς P. ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπηδήσοντα. ὁ δὲ αὐτίκα ξὺν ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καἰ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεί τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον. βρούχους ἄντικρυς καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπερτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. ἀλλὰ μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν· προεξε- B ταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγμενα.