Ξυμπίπτει δὲ μεταξὺ καί τι τοιοῦτον, ὅπερ ἄξιον ἀφηγήσασθαι. ἔστι γὰρ καὶ τοῦτο εἰς εὐτυχίαν τούτου ἀναφερόμενον. καὶ γὰρ καὶ τοὺς τῆς δύσεως ἅπαντας ἀρχηγοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς D τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι, ἁπανταχόθεν τῆς τύχης αὐτῷ συνεργούσης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πᾶν τὸ ἐπωφελὲς περατουμένης. ὁ γάρ τοι πάπας τῆς ῾Ρώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι παντοδαποῖς περιφραττομένη) μετὰ τοῦ ῥηγὸς Ἀλαμανίας Ἐνερίχου δια- 12 τρίττην F 24 εἰς εὐφημίαν τούτου καὶ εὐτυχίαν 25 τοὺς] τὸ 8 29 περατουμένης F (ut videtur) περαιουμένης 31 φορὰν ἐσχηκὼς ἐβούλετο πρὸς συμμαχίαν ἑλκύσαι Ῥομπλερτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς μεγάλας ἀρχὰς ἀκμάσαντα. ἡ δὲ διαφορὰ ῥηγός τε καὶ πάπα τοιαύτη τις ἦν. ὁ μὲν γὰρ κατῃτιᾶτο τὸν ῥῆγα Ἐνέριχον ὡς τὰς ἐκκλησίας οὐ προῖκα διδόντα, ἀλλὰ δωρημάτων ἀποδιδόμενον καί που καὶ ἀναξίοις ἀνδράσι τὴν ἀρχιερωσύνην καταπιστεύοντα καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. ὁ δέ γε ῥὴξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο, ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρπάσειε θρόνον. καί που καἰ ἀπηναισχυντήκει πρὸς τοῦτον καὶ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς, εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ’ ὕβρεως Β ἐκεῖθεν ἀπελαθήσεται. τούτων οὖν ἀκούσας ὁ πάπας τῶν λόγων κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει καὶ αἰκισάμενος πρότερον ἀπανθρώπως, εἶτα καὶ κείρας τὰς κεφαλὰς καὶ ἐπικείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι, ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεξεργασάμενος ἀτοπώτατον καὶ βαρβαρικὴν ὕβριν ὑπερελαῦνον ἀφῆκεν· εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με καὶ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ’ ἐκείνου πραχθέν, 29 ἀλλ᾿ οὐδ᾿ ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου c καὶ τοὔνομα· ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, μὴ ὅτι γε τοὖργον, ἐπεὶ καὶ τὸν γραφέα κάλαμον καὶ τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. ἀλλ’ εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόνος ῥέων ἤθη ἀνδρῶν παντοδαπὰ πρὸς κακίαν ἀναφύει καὶ πάντολμα, ἀρκέσει αὐτὸ τοῦτο τὸ μηδὲ μικρόν τι τοῦ πραχθέντος ἀνασχέσθαι ἡμᾶς παρεμφῆναι ἢ διηγήσασθαι. καὶ ταῦτα ἀρχιερέως, ὦ δίκη, καὶ ταῦτα πρώτου ἀρχιερέως καὶ ταῦτα προκαθημένου τῆς οἰκουμένης ἁπάσης γενομένου, ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ D καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. μεταπεπτωκότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν 16 προσεργασόμενος 20 ἐπιφερομένου τοὔνομα, καὶ s 22 μὴ ὅτι r : μήτοι F 29 γενομένου L. Holstenus : γενόμενον βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἀρχιερατικὴ τάξις. καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπήν πρωτίστην τὸν Κωνσταντινουπόλεως ἀναβιβασαμένη τὰς ἀνὰ τὴν οἰκουμένην διοικήσεις ἁπάσας ὑπὸ τοῦτον ἐτάξατο. μήποτε οὖν ἡ τοιαύτη πρὸς τοὺς πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα οὖσα, οὐ Ρ. (??) μόνον ὅτι τούτους ἐκόλασεν, ἀλλ’ ὅτι καὶ καινήν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. ᾐνίττετο γὰρ δι᾿ ὧν ἐποίει τὸ τοῦ ῥηγός, ὡς οἴμαι, εὐκαταφρόνητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων τουτωνὶ πρέσβεων. ὁ μὲν οὐν πάπας † ἐπειδὴ ταῦτα πεπραχὼς καὶ τοὺς πρέσβεις οὕτως, ὡς εἶπον, ἀποπεμψάμενος πρὸς τὸν ῥῆγα, μέγιστον πόλεμον ἀνηρέθισεν· ἴνα δὲ μὴ τῷ Ῥομπέρτῳ προσθέμενος ὁ ῥὴξ ἀφορητότερος γένοιτο, φθάνει τὰ πρὸς εἰρήνην τῷ Ῥομπέρτῳ διακηρυκευσάμενος, οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. πυθόμενος Β γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον ἀπάρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες εἶθ’ οὕτως καὶ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις· καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἐξιόντες, κᾆθ’ οὕτως τῶν στρατευμάτων γεγονότων ἐκ διαστήματος ἱκανοῦ, ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ’ ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. οἱ δὲ ὅρκοι, ἴν’ ὁ μὲν πάπας τήν τε τοῦ ῥηγὸς ἀξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν C δοίη καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνθωρκίζετο κίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. μάταια δ’ ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ’ ἀμφοτέρων τελούμενα. ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖ- 4 τῆς Α om F 8 οῦσα F : scilicet fuit ἰοῦσα ὁνείδη? 29 ἀνθορκίζετο (s) νον πόνος κατήπειγεν, ὅ τε δοὺξ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὥσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κατὰ τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι 30 λόγων οἱ ὅρκοι τούτων. καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους D οἱ βάρβαροι τὸ παραυτίκα καὶ παρεσπόνδουν. ὁ μὲν δοὺξ Ῥομπέρτος συστρέψας τοὺς χαλινοὺς ἐπὶ τὴν Σάλερνον ἔσπευδεν, ὁ δὲ κατάπτυστος οὗτος πάπας (πὐδὲ γὰρ ποτ’ ἂν ἄλλο τοῦτον ἐπονομάζειν τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἐπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καὶ τοῦ εἰρηνικοῦ μαθητής. τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον 33 μεταπεμψάμενος καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. οὕτως ἐκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν τοῦ Παύλου παρακούων, ὡς ἔοικε, „χεῖρας ταχέως μηδενὶ ἐπιτίθει” λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάφονας τούτους ἔστεφε. συναγηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥηγὸς Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδόσιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἱ Β φάλαγγες καὶ μάχη ἐζ ἑκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος. ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρτέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην πεδιάδα ὑπὸ τῶν αἱμάτων τῶν ἀπὸ τῶν φόνων ἐνθαλαττεύεσθαι καὶ τοὺς ὑπολοίπους ἄνδρας ἐμπλέοντας τῷ πολλῷ λύθρῳ μάχεσθαι· ἔστιν ὅπου καὶ τοῖς νεκροῖς σώμασι συμποδιζομένους διαπίπτειν καὶ τῷ ποταμῷ τῶν αἱμάτων ἐμπνίγεσθαι. εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας ἄνδρες C κατ’ ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο. εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ἴσας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερίς, ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλφος διεῖπε τὸν πόλεμον. ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τὴν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει οὐκ ἀναιμάκτως οὐδ’ ἄνευ τραυμάτων φεύγοντες. ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μεταδίωξιν, ἐξ ὅτου καὶ τὸν Λαντοῦλφον ἐπύθετο πεπτωκότα καὶ πολεμίας ἔργον γεγενημένον. ἀλλ’ ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα. καὶ ἐξοπλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε πολιορκήσειν αὐτὴν προθυμούμενος. ἐνθύμιον ἐνταῦθα λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὅρκους τοῦ Ῥομπέρτου καὶ διαπρεσβεύεται πρὸς αὐτὸν εἰς συμμαχίαν ἀποπειρώμενος. καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. ἀλλ’ ἔδοξεν τότε τότε λῆρος Ῥομπέρτῳ τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καὶ ἀγράφως ἀπεκρίνατο, πρὸς δὲ τὸν πάπαν ἐπιστολὴν διεχάραξεν. εἶχε δὲ τὰ τῆς ἐπιστολῆς ὧδέ πως τῷ μεγάλῳ ἀρχειρεῖ D καὶ κυρίῳ μου Ῥομπέρτος δοὺξ ἐν θεῷ. τὴν γεγενημένην κατὰ σοῦ τῶν ἐχθρῶν ἔφοδον διακηκοὼς οὐ πάνυ τι τῇ ἀκοῇ προσεθέμην εἰδώς, ὡς οὐκ ἄν τις τολμήσειεν ἀντᾶραί σοι χεῖρας. τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; ἐμὲ δὲ ἴσθι πρὸς πόλεμον βαρύτατον ἐξοπλιζόμενον καὶ πρὸς ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι P. γάρ εἰσι πρὸς οὓς ὁ πόλεμος, οἳ πᾶσαν γῆν καὶ θάλασσαν V. τροπαίων ἐνέπλησαν. σοὶ δὲ ἀλλ’ ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω, ἣν καὶ καιροῦ καλοῦντος παράσχοιμι”. οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις, τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ, τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.