Πάντων οὖν ἐγκρατὴς γενόμενος ηὐξάνετο τε τὸ ἐντεῦθεν ὁσημέραι καὶ εἰς τὸ τυραννικώτερον ἀποκλίνων ταῖς πόλεσί τε προσετίθετο πόλεις καὶ τοῖς χρήμασι χρήματα. καὶ Β ἐν βραχεῖ πρὸς τὴν δουκικὴν περιωπήν ἀναβεβηκὼς δοὺξ Λογγιβαρδίας ἁπάσης ὠνομάζετο. ἐντεῦθεν οὖν ἅπαντες πρὸς τὸν κατ’ αὐτοῦ φθόνον ἠρεθίζοντο. ὁ δὲ φρενήρης ὢν ἀνὴρ ὅπου μὲν θωπείαις χρησάμενος πρὸς τοὺς ἀντικαθισταμένους αὐτῷ, ὅπου δὲ καὶ δωρήμασι τοὺς μεταξὺ τοῦ πλήθους θορύβους ἐξωμαλίσατο καὶ τὸν κτα᾿ φθόνον τῶν μεγιστάνων εὐμηχάνως κατέστειλεν, ἔστι δ’ οὗ καὶ ὅπλοις χειρωσάμενος ἅπαν τὸ κράτος Λογγιβαρδίας τε καὶ τῆς ὁμορούσης χώρας εἰς ἑαυτὸν ἀνεδήσατο. ἀεὶ δέ τι ὁ Ῥομπέρτος οὗτος ἐπινοῶν τυραννικώτερον καὶ φανταζόμενος τὴν βασιλείαν Ῥωμαίων προφάσεως, ὡς ἔφην, τῆς C πρὸς τὸν αὐτοκράτορα Μιχαὴλ συμπενθερίας ἐπιδραξάμενος τὸν πρὸς Ῥωμαίους ἀνερρίπιζε πόλεμον. ἔφθημεν γὰρ εἰρηκότες, ὅτι Μιχαὴλ ὁ αὐτοκράτωρ οὐκ οἶδ’ ὅπως τὴν τοῦ τυράννου τούτου θυγατέρα (Ἑλένη δὲ 18 περιωπήν] περι add. in mg. F1 30 ἀνερρίπισε τῷ υἱῷ Κωνσταντίνῳ κατηγγυήσατο. πάλιν δὲ μεμνημένη τοῦ νεανίσκου τούτου παθαίνομαι τήν τε ψυχὴν καὶ τοὺς λογισμοὺς συγχέομαι· ἀνακόπτομαι δὲ τὴν ἀμφὶ τοῦτον φυλάττουσα πάντα καιρῷ τῷ προσήκοντι. τοῦτο δὲ 26 μόνον οὐχ ὑπομένω μὴ λέγειν, κἀν ἔξω τοῦ καιροῦ λέγοιμι, D ὡς ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ θεοῦ χειρῶν, ὡς οὕτως εἰπεῖν, φιλοτίμημα. εἰ γὰρ καὶ μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἂν ὡς τοῦ παρ’ Ἕλλησι μυθευομένου χρυσοῦ γένους ἀπορροή· οὕτως ἀμήχανον εἶχε τὸ κάλλος. ἐγὼ δὲ μετὰ τοσούτους ἐνιαυτοὺς μεμνημένη τοῦ νεανίου τούτου δακρύων ἐμπίπλαμαι· ἐπέχω δὲ ὅμως τὸ δάκρυον καὶ ταμιεύω πρὸς τοὺς ἐπικαίρους τῶν τόπων, ἵνα μὴ τὰς μονῳδίας τῶν ἐμῶν ἀναμιγνῦσα ταῖς ἱστορικαῖς διηγήσεσι τὴν ἱστορίαν συγχέοιμι. οὗτος γὰρ ὁ νεανίσκος, περὶ οὗ (??). 28 κἀνταῦθα καὶ ἀλλαχόσε εἰρήκειμεν, προχρόνιος πρὸ ἡμῶν καὶ πρὶν ἡμεῖς τὸν ἥλιον ἴδοιμεν, μνηστὴρ ἐγεγόνει τῆς τοῦ ‘Ρομπέρτου Ἑλένης καθαρὸς καὶ ἀμόλυντος, καὶ τὰ ἔγγραφα συναλλάγματα ἐπ’ αὐτῇ ἐγεγράφεισαν κἀν ἀτέλεστα καὶ ἐν ἐπαγγελίαις μόνον, ἀτελοῦς τὴν ἡλικίαν ὄντος τοῦ νεανίσκου· διεσπάσθη δὲ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι τὸν βασιλέα Νικηφόρον τὸν Βοτανειάτην. ἀλλ’ ἐξετραπόμην τοῦ λόγου, ἐπανελεύσομαι δ’ αὖθις ἀφ’ οὗπερ ἐξετραπόμην. ὁ γάρ τοι ‘Ρομπέρτος ἐκεῖνος ἐξ ἀφανοῦς πάνυ τύχης περιφανὴς γεγονὼς καὶ πολλὴν δύναμιν ἀθροίσας Β περὶ αὑτὸν ἐπεβάλετο καὶ ‘Ρωμαίων αὐτοκράτωρ γενέσθαι καὶ προφάσεις εὐλόγους δῆθεν ἐπλάττετο τῆς πρὸς ‘Ρωμαίους δυσμενείας καὶ τῶν πολέμων. διττὸς δὲ ἐντεῦθεν φέρεται λόγος. ὁ μὲν γὰρ φημίζεται τε καὶ διαρρεῖ καὶ μέχρι τῆς ἡμετέρας ἀκοῆς ἔφθασεν, ὅτι τις μοναχὸς ‘Ραίκτωρ ὀνομαζόμενος ὑπεκρίθη τὸν βασιλέα Μιχαὴλ καὶ πρὸς τὸν ‘Ρομπέρτον τοῦτον καὶ συμπένθερον αὐτομολήσας τὰς οἰκείας συμφορὰς ὠλοφύρετο. οὗτος γὰρ μετὰ τὸν Διογένην τῶν 7 ὄντως (s) 25 ἐπεβάλλετο 28 ὁ λόγος σκήπτρων Ῥωμαίων ἐπειλημμένος ἐπειλημμένος καὶ διαπρέψας τὴν βασιλείαν παρελύθη μὲν τῆς ἀρχῆς ὑπὸ τοῦ Βοτανειάτου ἐπαναστάντος αὐτῷ, τὸν δὲ τῶν μοναχῶν C ὑπέδυ βίον, μετὰ δὲ ταῦτα τὸν ἀρχιερατικὸν ποδήρη καὶ τὴν κίδαριν ἠμφιέσατο, εἰ βούλει δέ, καὶ τὴν ἐπωμίδα. τοῦτο δὲ συνεβούλευσεν ὁ Καῖσαρ Ἰωάννης, ὁ πρὸς πατρὸς αὐτῷ θεῖος, τὸ κοῦφον εἰδὼς τοῦ τηνικαῦτα κρατοῦντος καὶ μή τι πάθοι δεινότερον δεδιώς. τοῦτον ὑπεκρίθη ὁ εἰρημένος μοναχὸς ἐκεῖνος ‘Ραίκτωρ ἢ καὶ ὡς οὕτως εἰπεῖν ῥέκτης ἴτων ἁπανταχοῦ τολμηρότατος. πρόσεισί τε τῷ ‘Ρομπέρτῳ ὡς δῆθεν συμπενθέρῳ καὶ τὰ τῆς ἀδικίας ἐκτραγῳδεῖ, δεῖ, ὡς καθαιρεθείη μὲν τῶν βασιλικῶν θρόνων καὶ ὅπερ σχῆμα τοῦτον ὁρώῃ περιελθεῖν. καὶ διὰ τούτων D πάντων εἰς ἄμυναν ἐξεκαλεῖτο τὸν βάρβαρον. τὴν γὰρ καλήν φησι μείρακα τὴν αὐτοῦ νύμφην Ἑλένην ἀπερίστατον καταλεῖψαι καὶ χήραν ἄντικρυς τοῦ νυμφίου. τὸν γὰρ υἱὸν Κωνσταντῖνον καὶ τὴν βασιλίδα Μαρίαν προσρυῆναι τῷ Βοτανειάτῃ καὶ ἄκοντας διὰ τὴν τυραννίδα ἐβόα. ταῦτα λέγων παρώξυνέ τε τὸν θυμὸν τοῦ βαρβάρου καὶ πρὸς πόλεμον κατὰ Ῥωμαίων ἐξώπλιζε. τοιοῦτος μὲν λόγος διαρρεῖ V. μου τὰς ἀκοάς, καὶ οὐκ ἔχω γε διὰ θαύματος, εἴ τινες ἀδοξότατοί τινας τοὺς ἐπὶ δόξης καὶ γένους εὐγενοῦς ὑποκρίνονται. p. 2 ἕτερος δέ με περιβομβεῖ πιθανώτερος λόγος ἑτέρωθεν φημιζόμενος, ὡς οὔτε μοναχός τις τὸν βασιλέα Μιχαὴλ ὑπεκρίνατο οὔτε τοιοῦτόν τι τὸν Ῥομπέρτον πρὸς κατὰ ‘Ρωμαίων ἐκίνησε πόλεμον, ἀλλ’ αὐτὸς ὁ βάρβαρος πολυτροπώτατος ὢν τὰ τοιαῦτα ῥᾳδίως ἐπλάττετο. ἔχει γὰρ ὧδε τὰ ἐφεξῆς. αὐτὸς μέν, ὥς φασιν, ὁ ‘Ρομπέρτος ῥᾳδιουργότατος ὢν καὶ τὴν κατὰ ‘Ρωμαίων ὠδίνων μάχην καὶ πρὸ πολλοῦ πρὸς τὸν πόλεμον παρασκευαζόμενος ἐκωλύετο μὲν ὡς ἀδίκων πολέμων ἄρχων καὶ κατὰ Χριστιανῶν εὐτρεπιζόμενος παρά τινων τῶν περὶ αὐτὸν ἐνδοξοτάτων B 8 πάθη 9 καὶ ῥαίκτωρ F καὶ om. Α 13 ὅπερ νῦν ὁρᾷ 15 αὑτοῦ 20 περιρρεῖ 22 τοὺς] τῶν ἀνδρῶν καὶ αὐτῆς τῆς γυναικὸς αὐτοῦ Γαΐτης καὶ ἀνεκόπτετο πολλάκις ἐπιχειρήσας τῆς τοιαύτης ὁρμῆς· βουλόμενος δὲ πιθανὴν τὴν πρόφασιν τοῦ πολέμου ποιήσασθαι πέμπει τινὰς ἄνδρας εἰς Κοτρώνην τὰ ἀπόρρητα καταπιστεύσας αὐτοῖς τῶν βεβουλευμένων καὶ ἐπισκήπτει τοιαῦτα· ὡς εἴ τινα μοναχὸν εὕροιεν βουλόμενον ἐκεῖθεν ἐνθάδε διαπερᾶσαι εἰς προσκύνησιν τοῦ νεὼ τῶν κορυφαίων καὶ πολιούχων τῆς Ῥώμης ἀποστόλων, ἐξ αὐτῆς ὄψεως μὴ πάνυ τὸ δυσγενὲς ἐμφαίνοντα, τοῦτον ἀσμένως ἐναγκαλίσασθαι καὶ οἰκειωσαμένους C πρὸς αὐτὸν ἀγαγεῖν. ἐπεὶ δὲ τὸν προειρημένον ἐφεῦρον Ῥαίκτωρα, ἄνδρα ποικίλον τε καὶ πρὸς πανουργίαν ἀπαράμιλλον, δηλοῦσι τῷ Ῥομπέρτῳ διὰ γραμμάτων κατὰ τὸ Σαλερηνὸν ἐνδιατρίβοντι, ὅτιπερ ὁ σὸς κηδεστὴς Μιχαὴλ ὁ τῆς βασιλείας ἐξεώθεις κατέλαβε τὴν ἀπὸ σοῦ ἐξαιτούμενος βοήθειαν”, οὕτω γὰρ αὐτοῖς ὁ Ῥομπέρτος ὑπέθετο τὰς πρὸς αὐτὸν ἐκθεῖναι γραφάς. ὁ δὲ ἐν χερσὶ ταύτας λαβὼν παρευθὺς μὲν τῇ ὁμευνέτιδι ὑπαναγινώσκει, εἶτα συναγαγὼν τοὺς κομήτας ἅπαντας ὑποδείκνυσι καὶ τούτοις τὰ γράμματα, ὡς D μηκέτι κωλύεσθαι παρ’ αὐτῶν εὐλόγου τάχα αἰτίας δραξάμενος. συντίθενται ἅπαντες παραχρῆμα τῇ τοῦ Ῥομπέρτου βουλῇ, καὶ οὕτως προσήκατο τε αὐτὸν καὶ εἰς ὁμιλίαν ἐλήλυθεν. ἐντεῦθεν τὰ πάντα δραματουργεῖ καὶ σκηνὴν περιτίθησιν, ὡς ὁ βασιλεὺς εἴη Μιχαὴλ ὁ μοναχὸς ἐκεῖνος, ὡς καθαιρεθείη τῶν θρόνων, ὡς τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ τἆλλα πάντα πρὸς τοῦ Βοτανειάτου τυράννου ἀφαιρεθείη, καὶ ὡς τοῦτον ἀδίκως καὶ παρὰ πάντα δίκαιον λόγον ἀντὶ τῆς ταινίας τε καὶ τοῦ διαδήματος τὸ μοναχικὸν περιέθεντο σχῆμα, καὶ νῦν ἱκέτης ἧκέ” φησι „πρὸς ἡμᾶς”. ταῦτα εἰς μέσους ἐδημηγόρει ὁ Ῥομπέρτος τήν τε βασιλείαν αὐτῷ διὰ τὸ 30 ἐπανασωθῆναι πρεσβεύων καὶ ἀξιῶν ἑκάστης ἡμέρας τὸν μοναχὸν ἐκεῖνον, ὡς δῆθεν τὸν βασιλέα Μιχαήλ, καὶ προεδρίας καὶ θρόνων ὑψηλοτέρων καὶ τιμῆς ὑπερβαλλούσης καὶ 14 ἐξωσθεὶς 8 25 ἀφαιρεθείη τυράννου 26 ἀντὶ add s ἄλλοτε ἄλλως τὰς δημηγορίας πλαττόμενος, νῦν μὲν ἐλεεινολογούμενος, οἷα πέπονθεν ἐπὶ θυγατρί, νῦν δὲ τοῦ συμπενθέρου φειδόμενος ἐφ᾿ οἷστισι κακοῖς περιπέπτωκεν, νῦν δὲ προσπαροξύνων τε καὶ διεγείρων πρὸς πόλεμον τὸ περὶ αὐτὸν βάρβαρον ποικίλως ἐπαγγελλόμενος τούτοις χρυσοῦ θημῶνας, οὓς ἐκ τῆς ῾Ρωμαίων ἔχειν τούτοις κατεπηγγέλλετο. V. 2 ἐντεῦθεν πάντας ἑλκυσάμενος τῆς ῥινὸς καὶ πλουσιωτέρους Β καὶ πενεστέρους ἀπάρας τῆς Λογγιβαρδίας, μᾶλλον δὲ πᾶσαν αὐτὴν ἑλκυσάμενος καταλαμβάνει τὴν Σάλερνον μητρόπολιν οὖσαν Μέλφης, ἐν ᾗ τὰ κατὰ τὰς ἄλλας θυγατέρας αὐτοῦ πάντα καταπράξας καλῶς ἐντεῦθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται. δύο δὲ ἤστην αὐτῷ· τὴν γὰρ τρίτην ἡ βασιλὶς τῶν πόλεων εἶχεν ἐξ αὐτοῦ θαλάμου δυστυχῆ. ὁ γὰρ νεανίας ἐκεῖνος ἐξ ἀρχῆς αὐτῆς οὔπω ἔφηβος ὢν ἀπεστρέφετο τουτὶ τὸ κῆδος καθάπερ τοὺς μορμολυττομένους τὰ βρέφη. τούτων δὲ τὴν μὲν ῾Ραϊμούντῳ τῷ υἱῷ κόμητος Βραχενῶνος κατηγγυήσατο, c τὴν ἑτέραν δὲ συνέζευξε τῷ Εὐβούλῳ ἐπιφανεστάτῳ καὶ τούτῳ κόμητι. οὐδὲ ταῦτα τὰ συναλλάγματα πρὸς τὸ ἀσύμφορον ἑώρα ῾Ρομπέρτῳ· ἀλλὰ πανταχόθεν γὰρ συνεκεκρότητο καὶ συνηθροίζετο ἑαυτῷ δύναμιν, ἐκ γένους, ἐκ τυραννίδος, ἐξ ἀγχιστείας, ἐξ ἄλλων τρόπων παντοδαπῶν, ὧν ἄν τις οὐδὲ ἐπινοήσαιτο.